호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μοῖραν καὶ εἰς τὴν πλανᾶσθαι νομιζομένην, καὶ τρίτην τὴν ὑπουράνιον τὴν περὶ γῆν ὑπάρχουσαν ὧν μὲν ἀνωτάτω Κλωθὼ προσαγορεύεται, ἡ δὲ μετ αὐτὴν Ἄτροπος, ἡ κατωτάτω δ αὖ Λάχεσις, δεχομένη μὲν τὰς οὐρανίας τῶν ἀδελφῶν ἐνεργείας, συμπλέκουσα δὲ καὶ διαδιδοῦσα ταύτας εἰς τὰ ἐπ αὐτῆς τεταγμένα τὰ ἐπίγεια.? δυνάμει μὲν οὖν εἴρηται, ὁποῖα χρὴ λέγεσθαι περὶ τῆς κατ οὐσίαν εἱμαρμένης:
καὶ γὰρ ἥτις ἐστὶ καὶ πόση τις καὶ ὁποία καὶ ὅπως τέτακται καὶ ὅπως ἔχει αὐτή τε πρὸς ἑαυτὴν καὶ δὴ καὶ πρὸς ἡμᾶς, ὡς ἐν ἐπιτομῇ εἴρηται:
τὰ δὲ καθ ἕκαστα περὶ τούτων ὁ ἕτερος μῦθος ὁ ἐν τῇ Πολιτείᾳ μετρίως αἰνίττεται, καὶ ἡμεῖς εἰς δύναμίν σοι ταῦτ ἐπειράθημεν ἐξηγήσασθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기