- 텍스트

Plutarch, De faciae quae in orbe lunae apparet, section 29

(플루타르코스, De faciae quae in orbe lunae apparet, section 29)

ἐφορῶσι δὲ πρῶτον μὲν αὐτῆς σελήνης τὸ μέγεθος καὶ τὸ κάλλος·? καὶ τὴν φύσιν οὐχ ἁπλῆν οὐδ ἄμικτον, ἀλλ οἱο῀ν ἄστρου σύγκραμα καὶ γῆς οὖσαν:

τὴν σελήνην ἀνακεκραμένην διὰ βάθους ἅμα μὲν ἔμψυχον εἶναι καὶ γόνιμον, ἅμα δ ἰσόρροπον ἔχειν τὴν πρὸς τὸ βαρὺ συμμετρίαν τῆς κουφότητος.

καὶ γὰρ αὐτὸν οὕτω τὸν κόσμον ἐκ τῶν ἄνω καὶ τῶν κάτω φύσει φερομένων συνηρμοσμένον ἀπηλλάχθαι παντάπασι τῆς:

κατὰ τόπον κινήσεως.

ταῦτα δὲ καὶ Ξενοκράτης ἐοίκεν ἐννοῆσαι θείῳ τινὶ λογισμῷ, τὴν ἀρχὴν λαβὼν παρὰ Πλάτωνος. Πλάτων γάρ ἐστιν ὁ καὶ τῶν ἀστέρων ἕκαστον ἐκ γῆς καὶ πυρὸς συνηρμόσθαι διὰ τῶν μεταξὺ φύσεων ἀναλογίᾳ δοθεισῶν ἀποφηνάμενος: οὐδὲν γὰρ εἰς αἴσθησιν ἐξικνεῖσθαι, ᾧ μή τι γῆς ἐμμέμικται καὶ φωτός.

καὶ τοῦ πρώτου πυκνοῦ συγκεῖσθαι, τὴν δὲ σελήνην ἐκ τοῦ δευτέρου, πυκνοῦ καὶ τοῦ ἰδίου ἀέρος, τὴν δὲ γῆν ἐξ ὕδατος καὶ ἀέρος καὶ τοῦ τρίτου τῶν πυκνῶν ὅλως δὲ μήτε τὸ πυκνὸν αὐτὸ καθ αὑτὸ μήτε τὸ μανὸν εἶναι ψυχῆς δεκτικόν.

καὶ ταῦτα μὲν περὶ οὐσίας σελήνης. εὖρος δὲ καὶ μέγεθος οὐχ ὅσον οἱ γεωμέτραι λέγουσιν, ἀλλὰ μεῖζον πολλάκις ἐστί καταμετρεῖ δὲ τὴν σκιὰν τῆς γῆς ὀλιγάκις τοῖς ἑαυτῆς μεγέθεσιν οὐχ ὑπὸ.

ἀλλὰ θερμότητος, ᾗ ἐπείγει τὴν κίνησιν ὅπως ταχὺ διεκπερᾷ τὸν σκοτώδη τόπον ὑπεκφέρουσα τὰς τῶν ἀγαθῶν ψυχὰς σπευδούσας καὶ βοώσας οὐκέτι γὰρ ἐξακούουσιν ἐν τῇ σκιᾷ γενόμεναι τῆς περὶ τὸν οὐρανὸν ἁρμονίας:

ἅμα δὲ καὶ κάτωθεν αἱ τῶν κολαζομένων ψυχαὶ τηνικαῦτα διὰ τῆς σκιᾶς ὀδυρόμεναι καὶ ἀλαλάζουσαι προσφέρονται:

διὸ καὶ κροτεῖν ἐν ταῖς ἐκλείψεσιν εἰώθασιν οἱ πλεῖστοι χαλκώματα καὶ ψόφον ποιεῖν καὶ πάταγον ἐπὶ τὰς ψυχάς:

ἐκφοβεῖ δ αὐτὰς καὶ τὸ καλούμενον πρόσωπον, ὅταν ἐγγὺς γένωνται, βλοσυρόν τι καὶ φρικῶδες ὁρώμενον. ἔστι δ οὐ τοιοῦτον, ἀλλ ὥσπερ ἡ παρ ἡμῖν ἔχει γῆ κόλπους βαθεῖς καὶ μεγάλους, ἕνα μὲν ἐνταῦθα διὰ στηλῶν Ἡρακλείων ἀναχεόμενον εἴσω πρὸς ἡμᾶς, ἔξω δὲ τὸν Κάσπιον καὶ τοὺς περὶ τὴν Ἐρυθρὰν θάλατταν, οὕτω βάθη ταῦτα τῆς σελήνης ἐστὶ καὶ κοιλώματα:

καλοῦσι δ αὐτῶν τὸ μὲν μέγιστον Ἑκάτης μυχόν, ὅπου καὶ δίκας διδόασιν αἱ ψυχαὶ καὶ λαμβάνουσιν ὧν ἂν, ἢδη γεγενημέναι δαίμονες ἢ πάθωσιν ἢ δράσωσι:

τὰ δὲ δύο μακρά:

ἐνταῦθα Φερσεφόνης ἀντίχθονος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION