- 텍스트

Plutarch, De exilio, section 12

(플루타르코스, De exilio, section 12)

ἀλλὰ ταῦτα μέν, ὦ φίλε, καὶ τὰ τοιαῦτα πρὸς ἐκείνους λέγωμεν κἀκείνοις ἐπᾴδωμεν, οἷς εἰς νῆσον ἀπῳκισμένοις ἀνεπίμικτα ποιεῖ τἄλλα·? πόντος ἁλὸς, ὃ πολεῖς ἀέκοντας ἐρύκει:

σοὶ δ οὐχ ἑνὸς δεδομένου μόνον, ἀλλ ἀπειρημένου τόπου, πασῶν ἐστιν ἐξουσία πόλεων ἡ μιᾶς κώλυσις. "οὐ στασιάζομεν οὐδ ἀναλίσκομεν οὐδὲ προσηρτήμεθα θύραις ἡγεμόνος: "οὐδὲν οὖν μέλει ἡμῖν, ὅστις ὁ κεκληρωμένος τὴν ἐπαρχίαν ἐστίν, εἰ ἀκράχολος εἰ ἐπαχθής. οἰνόπεδα παρορῶν, διὰ τὸ τραχὺ καὶ ἀνώμαλον διέβαλε τὴν νῆσον εἰπών ἣδε δ ὥστ ὄνου ῥάχις ἕστηκεν ὕλης·

ἀγρίας ἐπιστεφής, οὕτω τῆς φυγῆς πρὸς ἓν μέρος τὸ ἄδοξον ἐντεινόμενοι παρορῶμεν τὴν ἀπραγμοσύνην καὶ τὴν σχολὴν καὶ τὴν ἐλευθερίαν.

καίτοι τούς γε Περσῶν βασιλέας ἐμακάριζον ἐν Βαβυλῶνι τὸν χειμῶνα διάγοντας, ἐν δὲ Μηδίᾳ τὸ θέρος, ἐν δὲ Σούσοις τὸ ἥδιστον τοῦ ἐάρος.

Ἀθήναις, Ὀλύμπι ἐν Πίσῃ Νέμε ἐν Ἄργει πανηγυρίζειν, Πυθίων ἀγομένων εἰς Δελφοὺς παρελθεῖν, Ἰσθμίων εἰς Κόρινθον, ἄνπερ ᾖ φιλοθέωρος:

εἰ δὲ μή, σχολὴ περίπατος ἀνάγνωσις ὕπνος ἀθορύβητος:

μήτε πραγματείας μήτ ἄρχοντος μήθ ἡγεμόνος τὴν συνήθη δίαιταν περισπῶντος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION