- 텍스트

Plutarch, De exilio, section 10

(플루타르코스, De exilio, section 10)

ὅπου γὰρ οὐ φαύλως δοκεῖ λέγειν ὁ Καλλίμαχος τό μὴ μετρεῖν σχοίνῳ Περσίδι τὴν σοφίην·? μετροῦντες, ἐὰν νῆσον οἰκῶμεν διακοσίων σταδίων, ἀλλὰ μὴ τεσσάρων ἡμερῶν ὥσπερ ἡ Σικελία περίπλουν ἔχουσαν, ὀδυνᾶν ἑαυτοὺς καὶ θρηνεῖν ὀφείλομεν ὡς κακοδαιμονοῦντες·

τί γὰρ ἡ πλατεῖα χώρα πρὸς τὸν ἄλυπον βίον·

οὐκ ἀκούεις τοῦ Ταντάλου λέγοντος ἐν τῇ τραγῳδίᾳ σπείρω δ ἄρουραν δώδεχ ἡμερῶν ὁδόν, Βερέκυντα χῶρον εἶτα μετ ὀλίγον λέγοντος οὑμὸς δὲ πότμος οὐρανῷ κυρῶν ἄνω, ἔραζε πίπτει, καί με προσφωνεῖ τάδε: γίγνωσκε τἀνθρώπεια μὴ σέβειν ἄγαν·

ἑκὰς ἀνδρῶν ἀλφηστάων καὶ κατοικῶν ἀνεπίμικτος ἀνθρώπων ἀπάνευθε, πολυκλύστῳ ἐνὶ πόντῳ, τὸν ἥδιστον παρεσκεύασε βίον τοῖς ἑαυτοῦ πολίταις.

τὰς δὲ Κυκλάδας πρότερον μὲν οἱ Μίνω παῖδες, ὕστερον δ οἱ Κόδρου καὶ Νείλεω κατῴκησαν, ἐν αἷς τὰ νῦν οἱ ἀνόητοι φυγάδες οἰόνται κολάζεσθαι.

καίτοι ποία φυγαδικὴ νῆσος οὐκ ἔστι πλατυτέρα τῆς Σκιλλουντίας χώρας, ἐν ᾗ Ξενοφῶν μετὰ τὴν στρατείαν τὸ λιπαρὸν εἶδε γῆρας· ἕκαστον ἔτος εἰς ἄστυ κατῄει Διονυσίων καινοῖς τραγῳδοῖς, ὡς ἔφασαν, τὴν ἑορτήν.

Ἀριστοτέλην δὲ καὶ λελοιδόρηκε Θεόκριτος ὁ Χῖος, ὅτι τὴν παρὰ Φιλίππῳ καὶ Ἀλεξάνδρῳ δίαιταν ἀγαπήσας εἵλετο ναίειν ἀντ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς. ἔστι γὰρ ποταμὸς περὶ Πέλλην, ὃν Μακεδόνες Βόρβορον καλοῦσι. τὰς δὲ νήσους ὥσπερ ἐπίτηδες ὑμνῶν καὶ συνιστὰς ἡμῖν ὁ ποιητής, Λῆμνον δ εἰσαφίκανε, πόλιν θείοιο Θόαντος:

καὶ ὅσσον Λέσβος ἄνω, μακάρων ἕδος, ἐντὸς ἐέργει: καί Σκῦρον ἑλὼν αἰπεῖαν, Ἐνυῆος πτολίεθρον:

καὶ οἳ δ ἐκ Δουλιχίοιο Ἐχινάων θ ἱεράων νήσων, αἳ ναίουσι πέρην ἁλὸς, Ἤλιδος ἄντα. καὶ τῶν ἐπιφανῶν ἀνδρῶν νῆσον οἰκεῖν φησι τὸν θεοφιλέστατον Αἰόλον, τὸν σοφώτατον Ὀδυσσέα, τὸν ἀνδρειότατον Αἰάντα, τὸν φιλοξενώτατον Ἀλκίνουν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION