호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεῖ δὲ μήτε παίζοντας αὐτῇ διδόναι τόπον, ἔχθραν γὰρ ἐπάγει τῇ φιλοφροσύνῃ:? μήτε κοινολογουμένους, φιλονεικίαν γὰρ ἐκ φιλολογίας ἀπεργάζεται: μήτε δικάζοντας, ὕβριν γὰρ τῇ ἐξουσίᾳ προστίθησι: μήτε παιδεύοντας, ἀθυμίαν γὰρ ἐμποιεῖ καὶ μισολογίαν μήτ εὐτυχοῦντας, αὔξει γὰρ τὸν φθόνον:
μήτε δυστυχοῦντας, ἀφαιρεῖ γὰρ τὸν ἔλεον, ὅταν δυσκολαίνωσι καὶ μάχωνται τοῖς συναχθομένοις:
ὡς ὁ Πρίαμος ἔρρετε, λωβητῆρες, ἐλεγχέες: οὔ νυ καὶ ὑμῖν ἔστι γόος, ὅτι μ ἤλθετε κηδήσοντες· ἡ δ εὐκολία τοῖς μὲν βοηθεῖ τὰ δ ἐπικοσμεῖ τὰ δὲ συνηδύνει, περιγίγνεται δὲ τῇ πραότητι καὶ θυμοῦ καὶ δυσκολίας ἁπάσης:
"ἀπολοίμην, εἰ μή σε τιμωρησαίμην: "ἀπολοίμην, εἰ μή σε πείσαιμι" διέτρεψε παραχρῆμα καὶ μετέθηκε.
πολέμων δέ, λοιδοροῦντος αὐτὸν ἀνθρώπου φιλολίθου καὶ περὶ σφραγίδια πολυτελῆ νοσοῦντος, ἀπεκρίνατο μὲν οὐδὲν τῶν σφραγιδίων δ ἑνὶ προσεῖχε τὸν νοῦν καὶ κατεμάνθανεν:
"ὦ Ἀρίστιππε, ποῦ ὑμῶν ἡ φιλία·
"ἐγὼ δ αὐτὴν ἐγερῶ: "οὕτω σοι δοκῶ παντάπασιν ἀτυχής τις εἶναι καὶ ἀνήκεστος, ὥστε μὴ νουθεσίας τυχεῖν · "θαυμαστόν, εἰ πρὸς πάντα μου τῇ φύσει διαφέρων κἀνταῦθα τὸ δέον πρότερος συνεῖδες.
καὶ γὰρ κάπρον φριξαύχεν οὐ μόνον γυνή, παῖς δ ἂν νεογνὸς χειρὶ προσκνήθων νέᾳ κλίναι παλαιστοῦ παντὸς εὐμαρέστερον. περιφέροντες, εἶτα τέκνα καὶ φίλους καὶ συνήθεις ἐκβάλλομεν ὑπ ὀργῆς:
οὐδενὸς ἀπαλλαγῆναι δυνάμεθα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기