호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν ὥσπερ οἱ τοὺς ὀφθαλμιῶντας ἐνοχλεῖν φυλαττόμενοι τοῖς ἄγαν λαμπροῖς σκιάν τινα παραμιγνύουσιν, οὕτως ἔνιοι τοὺς αὑτῶν ἐπαίνους μὴ παντελῶς λαμπροὺς μηδ ἀκράτους προσφέροντες, ἀλλά τινας ἐλλείψεις ἢ ἀποτεύξεις ἢ ἁμαρτίας ἐλαφρὰς ἐμβάλλοντες, ἀφαιροῦσι τὸ ἐπαχθὲς αὐτῶν καὶ νεμεσητόν:? ἀλλ οὗτος μὲν ἴσως γελοῖος, ἀθλητικὴν ἀλαζονείαν δειλίας καὶ ἀνανδρίας ἐξομολογήσει παραμυθούμενος ἐμμελὴς δὲ καὶ χαρίεις ὁ λήθην τινὰ καθ αὑτοῦ λέγων ἢ ἄγνοιαν ἢ φιλοτιμίαν, ἢ πρός τινα μαθήματα καὶ λόγων ἀκρόασιν ὀλιγωρίαν ὡς ὁ Ὀδυσσεὺς αὐτὰρ ἐμὸν κῆρ ἤθελ ἀκουέμεναι, λῦσαι δ ἐκέλευον ἑταίρους ὀφρύσι νευστάζων.
καὶ πάλιν ἀλλ ἐγὼ οὐ πιθόμην ἦ τ ἂν πολὺ κέρδιον ἠε῀ν, ὄφρ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.
καὶ ὅλως ὅσαι μὴ παντάπασιν αἰσχραὶ μηδ ἀγεννεῖς : ἁμαρτίαι, παρατιθέμεναι τοῖς ἐπαίνοις τὸν φθόνον ἀφαιροῦσι.
πολλοὶ δὲ καὶ πενίας καὶ ἀπορίας καὶ νὴ Δία δυσγενείας ἐξομολόγησιν ἔστιν ὅτε τοῖς ἐγκωμίοις παρεμβάλλοντες, ἀμβλυτέρῳ τῷ φθόνῳ χρῶνται : "τὸ ἐνδελεχὲς καὶ φιλόπονον καὶ ἀνδρεῖον:
ἐδόκει γὰρ ἐν κεραμείῳ τεθράφθαι διὰ δυσγένειαν καὶ πενίαν ὁ Ἀγαθοκλῆς, εἶτα συμπάσης ὀλίγου δεῖν ἐβασίλευσε Σικελίας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기