- 텍스트

Plutarch, De Se Ipsum Citra Invidiam Laudando, section 1

(플루타르코스, De Se Ipsum Citra Invidiam Laudando, section 1)

πρὸς ἑτέρους, ὦ Ἡρ´κλανε, λόγῳ μὲν ἐπαχθὲς ἀποφαίνουσι πάντες καὶ ἀνελεύθερον, ἔργῳ δ οὐ πολλοὶ τὴν ἀηδίαν αὐτοῦ διαπεφεύγασιν οὐδὲ τῶν ψεγόντων.? ὁ γοῦν Εὐριπίδης εἰπών εἰ δ ἦσαν ἀνθρώποισιν ὠνητοὶ λόγοι, οὐδεὶς ἂν αὑτὸν εὖ λέγειν ἐβούλετο:

νῦν δ, ἐκ βαθείας γὰρ πάρεστιν αἰθέρος λαβεῖν ἀμισθί, πᾶς τις ἥδεται λέγων τὰ τ ὄντα καὶ μή: ζημίαν γὰρ οὐκ ἔχει φορτικωτάτῃ κέχρηται μεγαλαυχίᾳ συγκαταπλέκων τοῖς τραγῳδουμένοις πάθεσι καὶ πράγμασι μηδὲν προσήκοντα τὸν περὶ αὑτοῦ λόγον.

ὁμοίως ὁ Πίνδαρος φήσας καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν μανίαισιν ὑποκρέκει οὐ παύεται μεγαληγορῶν περὶ τῆς ἑαυτοῦ δυνάμεως ἀξίας μὲν ἐγκωμίων οὔσης:

τίς γὰρ οὔ φησιν·

ἀλλὰ καὶ τοὺς στεφανουμένους ἐν τοῖς ἀγῶσιν ἕτεροι νικῶντας ἀναγορεύουσι, τὴν ἀηδίαν τῆς περιαυτολογίας ἀφαιροῦντες. μακάριος ἦσθα, Τιμόθεε, κᾶρυξ ὅτ εἶπεν νικᾷ Τιμόθεος Μιλήσιος τὸν Κάμωνος τὸν ἰωνοκάμπταν εἰκότως δυσχεραίνομεν ὡς ἀμούσως καὶ παρανόμως·

ἀνακηρύττοντα τὴν ἑαυτοῦ νίκην.

αὐτῷ μὲν γὰρ ὁ παρ ἄλλων ἔπαινος ἥδιστον ἀκουσμάτων ἐστίν, ὥσπερ ὁ Ξενοφῶν εἴρηκεν: ἑτέροις δ ὁ περὶ αὑτοῦ λυπηρότατον.

πρῶτον μὲν γὰρ ἀναισχύντους ἡγούμεθα τοὺς ἑαυτοὺς ἐπαινοῦντας, αἰδεῖσθαι προσῆκον αὐτοῖς κἂν ὑπ ἄλλων ἐπαινῶνται δεύτερον δ ἀδίκους, ἃ λαμβάνειν ἔδει παρ ἑτέρων αὑτοῖς διδόντας: τιμῇ, τὸ ἐπαινεῖν παρόντας ὑπομένοντες οὐ μὴν ἀλλὰ καίπερ οὕτω τούτων ἐχόντων, ἔστιν ᾗ παρακινδυνεύσειεν ἂν ὁ πολιτικὸς ἀνὴρ ἅψασθαι τῆς καλουμένης·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION