호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀπηρτημένως δὲ τούτοις ὁ κωμικὸς ἐπὶ τῶν δυσπαθούντων ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ταυτὶ λέγει εἰ τὰ δάκρυ ἡμῖν τῶν κακῶν ἦν φάρμακον, ἀεὶ θ ὁ κλαύσας τοῦ πονεῖν ἐπαύετο, ἠλλαττόμεσθ ἂν δάκρυα , δόντες χρυσίον.? νῦν δ οὐ προσέχει τὰ πράγματ οὐδ ἀποβλέπει εἰς ταῦτα, δέσποτ, ἀλλὰ τὴν αὐτὴν ὁδόν, ἐάν τε κλάῃς ἄν τε μή, πορεύεται. τί οὖν ποιεῖς:
πλέον· οὐδέν: ἡ λύπη δ ἔχει ὥσπερ τὰ δένδρα τοῦτο καρπὸν τὸ δάκρυον. ὁ δὲ παραμυθούμενος τὴν Δανάην δυσπαθοῦσαν Δίκτυς φησὶ δοχεῖς τὸν Αἵδην σῶν τι φροντίζειν γόων καὶ παῖδ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν·
παῦσαι:
τὸ μηδὲν ὄντας, ταῦτά σε σκοπεῖν χρεών.
δυστυχούντων, ὡς ἐσομένην ἐλαφροτέραν.
πειρῶ δὲ τῇ ἐπινοίᾳ μεταφέρουσα σεαυτὴν ἀποκαθιστάναι πολλάκις εἰς ἐκεῖνον τὸν χρόνον, ἐν ᾧ, μηδέπω τοῦ παιδίου τούτου γεγονότος, μηδὲν ἔγκλημα πρὸς τὴν τύχην εἴχομεν:
εἶτα τὸν νῦν καιρὸν τοῦτον ἐκείνῳ συνάπτειν, ὡς ὁμοίων πάλιν τῶν περὶ ἡμᾶς γεγονότων. ἐπεὶ τὴν γένεσιν, ὦ γύναι, τοῦ τέκνου δυσχεραίνειν δόξομεν, ἀμεμπτότερα ποιοῦντες αὑτοῖς τὰ πρὶν ἐκείνην γενέσθαι πράγματα. τὴν δ ἐν μέσῳ διετίαν ἐξαιρεῖν μὲν οὐ δεῖ τῆς μνήμης, ὡς δὲ χάριν καὶ ἀπόλαυσιν παρασχοῦσαν ἐν ἡδονῇ τίθεσθαι:
καὶ μὴ τὸ μικρὸν ἀγαθὸν μέγα νομίζειν κακόν:
μηδ ὅτι τὸ ἐλπιζόμενον οὐ προσέθηκεν ἡ τύχη, καὶ περὶ τοῦ δοθέντος ἀχαριστεῖν. ἀεὶ μὲν γὰρ ἡ περὶ τὸ θεῖον εὐφημία καὶ τὸ πρὸς τὴν τύχην ἵλεων καὶ ἀμεμφὲς καλὸν καὶ ἡδὺν ἀποδίδωσι καρπόν: ἐν δὲ τοῖς τοιούτοις ὁ:
ἢ παντάπασιν ἔσβεσε τὸ λυποῦν ἢ τῇ πρὸς τοὐναντίον μίξει μικρὸν καὶ ἀμαυρὸν ἐποίησεν.
ὥσπερ γὰρ τὸ μύρον ἀεὶ μὲν εὐφραίνει τὴν ὄσφρησιν πρὸς δὲ τὰ δυσώδη φάρμακόν ἐστιν, οὕτως ἡ ἐπίνοια τῶν ἀγαθῶν ἐν τοῖς κακοῖς καὶ βοηθήματος ἀναγκαίου παρέχεται χρείαν τοῖς μὴ φεύγουσι τὸ μεμνῆσθαι τῶν χρηστῶν μηδὲ πάντα καὶ πάντως μεμφομένοις τὴν τύχην.
συκοφαντοῦσι τὸν ἑαυτῶν βίον, εἰ μίαν ἔσχηκεν ὥσπερ βιβλίον ἀλοιφὴν ἐν πᾶσι καθαροῖς καὶ ἀκεραίοις τοῖς ἄλλοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기