- 텍스트

Plutarch, Consolatio ad uxorem, section 3

(플루타르코스, Consolatio ad uxorem, section 3)

ἀφαιρὴσεται γὰρ ἡμῶν αὕτη τὴν ἐκ τοῦ φιλεῖσθαι καὶ φιλεῖν εὔνοιαν, ἣν παντὸς μᾶλλον διασῴζειν ἀναγκαῖον.? τὸ δὲ πέρα τοῦ μετρίου παρεκφέρεσθαι χαὶ συναύξειν τὰ πένθη παρὰ φύσιν εἶναί φημι καὶ ὑπὸ τῆς ἐν ἡμῖν φαύλης γίγνεσθαι δόξης.

διὸ καὶ τοῦτο μὲν ἐατέον ὡς βλαβερὸν καὶ φαῦλον καὶ σπουδαίοις ἀνδράσιν ἣκιστα πρέπον, τὴν δὲ μετριοπάθειαν οὐκ ἀποδοκιμαστέον. "νοσήσασι δὲ παρείη τις αἴσθησις, εἴτ οὖν τέμνοιτό τι τῶν ἡμετέρων εἴτ ἀποσπῷτο.

"τὸ γὰρ ἀνώδυνον τοῦτ οὐκ ἄνευ μεγάλων ἐγγίγνεται μισθῶν τῷ ἀνθρώπῳ : "τεθηριῶσθαι γὰρ εἰκὸς ἐκεῖ μὲν σῶμα τοιοῦτον ἐνταῦθα δὲ ψυχήν. ἀλλ οὐχ ὁρῶ, γύναι, διὰ τί ταῦτα καὶ τὰ τοιαῦτα ζώσης μὲν ἔτερπεν ἡμᾶς νυνὶ δ ἀνιάσει καὶ συνταράξει, λαμβάνοντας ἐπίνοιαν αὐτῶν.

μνήμην , ὥσπερ ἡ Κλυμένη λέγουσα μισῶ δ εὐάγκαλον τόξον κρανείας, γυμνάσιά δ οἴχετ ἀεὶ φεύγουσα καὶ τρέμουσα τὴν ὑπόμνησιν τοῦ παιδός, ὅτι συμπαροῦσαν λύπην εἶχεν: πᾶν γὰρ ἡ φύσις φεύγει τὸ δυσχεραινόμενον.

ἐνδιαιτᾶσθαι καὶ συμβιοῦν ἡμῖν πλέον ἔχουσαν, μᾶλλον δὲ πολλαπλάσιον, τὸ εὐφραῖνον ἢ τὸ λυποῦν:

εἴπερ ἄρα τι τῶν λόγων, οὓς πολλάκις εἰρήκαμεν πρὸς ἑτέρους, εἰκός ἐστι καὶ ἡμῖν ὄφελος ἐν καιρῷ γενέσθαι, καὶ μὴ καθῆσθαι μηδ ἐγκεκλεῖσθαι πολλαπλασίας ταῖς ἡδοναῖς ἐκείναις λύπας ἀντιδιδόντας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION