- 텍스트

Plutarch, Caius Gracchus, chapter 17 3:

(플루타르코스, Caius Gracchus, chapter 17 3:)

ὡς δὲ ἔνιοί φασιν, ἀμφότεροι μὲν ὑπὸ τῶν πολεμίων κατελήφθησαν ζῶντες, τοῦ δὲ θεράποντος τὸν δεσπότην περιβαλόντος οὐδεὶς ἐκεῖνον ἠδυνήθη πατάξαι πρότερον ἢ τοῦτον ὑπὸ πολλῶν παιόμενον ἀναιρεθῆναι.? τὴν δὲ κεφαλὴν τοῦ Γαϊού λέγουσιν ἄλλον μὲν ἀποκόψαι καὶ κομίζειν, ἀφελέσθαι δὲ τούτου φίλον Ὀπιμίου τινὰ, Σεπτουμουλήιον ἦν γὰρ προκεκηρυγμένον ἐν ἀρχῇ τῆς μάχης ἰσοστάσιον χρυσίον τοῖς ἀνενεγκοῦσι τὴν Γαϊού καὶ Φουλβίου κεφαλήν, ἀνηνέχθη δὲ ὑπὸ τοῦ Σεπτουμουληϊού περιπεπαρμένη δόρατι πρὸς τὸν Ὀπίμιον, καὶ ζυγοῦ κομισθέντος ἐντεθεῖσα λίτρας ἑπτακαίδεκα καὶ δίμοιρον εἵλκυσε, τοῦ Σεπτουμουληίου καὶ περὶ τοῦτο μιαροῦ γενομένου καὶ κακουργήσαντος ἐξελὼν γὰρ τὸν ἐγκέφαλον ἐνέτηξε μόλυβδον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION