호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιούτοις λόγοις προανασείσας τὸν δῆμον ἦν δὲ καὶ μεγαλοφωνότατος, καὶ ῥωμαλεώτατος ἐν τῷ λέγειν, δύο νόμους εἰσέφερε, τὸν μέν, εἴ τινος ἄρχοντος ἀφῃρῇτο τὴν ἀρχὴν ὁ δῆμος, οὐκ ἐῶντα τούτῳ δευτέρας ἀρχῆς μετουσίαν εἶναι:? τὸν δ, εἴ τις ἄρχων ἄκριτον ἐκκεκηρύχοι πολίτην, κατ αὐτοῦ διδόντα κρίσιν τῷ δήμῳ. τούτων τῶν νόμων ἄντικρυς ὁ μὲν Μᾶρκον Ὀκτάβιον ἠτίμου τὸν ὑπὸ Τιβερίου τῆς δημαρχίας ἐκπεσόντα, τῷ δ ἐνείχετο Ποπίλλιος:
οὗτος γὰρ στρατηγῶν τοὺς τοῦ Τιβερίου φίλους ἐξεκήρυξε. καὶ Ποπίλλιος μὲν οὐχ ὑποστὰς τὴν κρίσιν ἔφυγεν ἐξ Ἰταλίας: τὸν δὲ ἕτερον νόμον Γάιος αὐτὸς ἐπανείλετο, φήσας τῇ μητρὶ Κορνηλίᾳ δεηθείσῃ χαρίζεσθαι τὸν Ὀκτάβιον. καὶ ὁ δῆμος ἠγάσθη καὶ συνεχώρησε, τιμῶν τὴν Κορνηλίαν οὐδὲν ἧττον ἀπὸ τῶν παίδων ἢ τοῦ πατρός, ἧς γε καὶ χαλκῆν εἰκόνα στήσας ὕστερον ἐπέγραψε Κορνηλίαν μητέρα Γράγχων.
"Κορνηλίαν λοιδορεῖς τὴν Τιβέριον τεκοῦσαν· ἐπεὶ δὲ διαβεβλημένος ἦν εἰς μαλακίαν ὁ λοιδορηθείς:
"ἔχων παρρησίαν συγκρίνεις Κορνηλίᾳ σεαυτόν· "ἔτεκες γὰρ ὡς ἐκείνη· τοιαύτη μὲν ἡ πικρία τῶν λόγων ἦν αὐτοῦ, καὶ πολλὰ λαβεῖν ἐκ τῶν γεγραμμένων ἔστιν ὅμοια.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기