호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ οὕτωσ ἀκριβῶσ ἅπαντα ἑωράκει, ὥστε τοὺσ δράκοντασ ἔφη τῶν Παρθυαίων ‐ σημεῖον δὲ πλήθουσ τοῦτο αὐτοῖσ· χιλίουσ γὰρ οἶμαι ὁ δράκων ἄγει ‐ ζῶντασ δράκοντασ παμμεγέθεισ εἶναι γεννωμένουσ ἐν τῇ Περσίδι μικρὸν ὑπὲρ τὴν Ἰβηρίαν, τούτουσ δὲ τέωσ μὲν ἐπὶ κοντῶν μεγάλων ἐκδεδεμένουσ ὑψηλοὺσ αἰωρεῖσθαι καὶ πόρρωθεν ἐπελαυνόντων δέοσ ἐμποιεῖν, ἐν αὐτῷ δὲ τῷ ἔργῳ ἐπειδὰν ὁμοῦ ἰώσι, λύσαντεσ αὐτοὺσ ἐπαφιᾶσι τοῖσ πολεμίοισ· ἀμέλει πολλοὺσ τῶν ἡμετέρων οὕτω καταποθῆναι καὶ ἄλλουσ. περισπειραθέντων αὐτοῖσ, ἀποπνιγῆναι καὶ συγκλασθῆναι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기