호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄλλοσ δέ τισ αὐτῶν ὑπόμνημα τῶν γεγονότων γυμνὸν συναγαγὼν ἐν γραφῇ κομιδῇ πεζὸν καὶ χαμαιπετέσ, οἱο͂ν καὶ στρατιώτησ ἄν τισ τὰ καθ̓ ἡμέραν ἀπογραφόμενοσ συνέθηκεν ἢ τέκτων ἢ κάπηλόσ τισ συμπερινοστῶν τῇ στρατιᾷ. πλὴν ἀλλὰ μετριώτερόσ γε ὁ ἰδιώτησ οὗτοσ ἦν, αὐτὸσ μὲν αὐτίκα δῆλοσ ὢν οἱο͂σ ἦν, ἄλλῳ δέ τινι χαρίεντι καὶ δυνησομένῳ ἱστορίαν μεταχειρίσασθαι προπεπονηκώσ. τοῦτο μόνον ᾐτιασάμην αὐτοῦ, ὅτι οὕτωσ ἐπέγραψε τὰ βιβλία τραγικώτερον ἢ κατὰ τὴν τῶν συγγραμμάτων τύχην· "Καλλιμόρφου ἰατροῦ τῆσ τῶν κοντοφόρων ἕκτησ ἱστοριῶν Παρθικῶν· καὶ ὑπεγέγραπτο ἑκάστῃ ὁ ἀριθμόσ. καὶ νὴ Δία καὶ τὸ προοίμιον ὑπέρψυχρον ἐποίησεν οὕτωσ συναγαγών· οἰκεῖον εἶναι ἰατρῷ ἱστορίαν συγγράφειν, εἴ γε ὁ Ἀσκληπιὸσ μὲν Ἀπόλλωνοσ υἱόσ, Ἀπόλλων δὲ Μουσηγέτησ καὶ πάσησ παιδείασ ἄρχων· καὶ ὅτι ἀρξάμενοσ ἐν τῇ Ιἄδι γράφειν οὐκ οἶδα ὅ τι δόξαν αὐτίκα μάλα ἐπὶ τὴν κοινὴν μετῆλθεν, ἰητρείην μὲν λέγων καὶ πείρην καὶ ὁκόσα καὶ νοῦσοι, τὰ δ̓ ἄλλα ὁμοδίαιτα τοῖσ πολλοῖσ καὶ τὰ πλεῖστα οἱᾶ ἐκ τριόδου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기