호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"Ὦτα ὀφθαλμῶν ἀπιστότερα.? "γράφω τοίνυν ἃ εἶδον, οὐχ ἃ ἤκουσα. καὶ οὕτως ἀκριβῶς ἅπαντα ἑωράκει, ὥστε τοὺς δράκοντας ἔφη τῶν Παρθυαίων - σημεῖον δὲ πλήθους τοῦτο αὐτοῖς: χιλίους γὰρ οἶμαι ὁ δράκων ἄγει - ζῶντας δράκοντας παμμεγέθεις εἶναι γεννωμένους ἐν τῇ Περσίδι μικρὸν ὑπὲρ τὴν Ἰβηρίαν, τούτους δὲ τέως μὲν ἐπὶ κοντῶν μεγάλων ἐκδεδεμένους ὑψηλοὺς αἰωρεῖσθαι καὶ πόρρωθεν ἐπελαυνόντων δέος ἐμποιεῖν, ἐν αὐτῷ δὲ τῷ ἔργῳ ἐπειδὰν ὁμοῦ ἰώσι, λύσαντες αὐτοὺς ἐπαφιᾶσι τοῖς πολεμίοις: ἀμέλει πολλοὺς τῶν ἡμετέρων οὕτω καταποθῆναι καὶ ἄλλους. περισπειραθέντων αὐτοῖς, ἀποπνιγῆναι καὶ συγκλασθῆναι: ταῦτα δὲ ἐφεστὼς ὁρᾶν αὐτός, ἐν ἀσφαλεῖ μέντοι ἀπὸ δένδρου ὑψηλοῦ ποιούμενος τὴν σκοπήν.
καὶ εὖ γε ἐποίησε μὴ ὁμόσε χωρήσας τοῖς θηρίοις, ἐπεὶ οὐκ ἂν ἡμεῖς οὕτω θαυμαστὸν συγγραφέα νῦν εἴχομεν καὶ ἀπὸ χειρὸς αὐτὸν μεγάλα καὶ λαμπρὰ ἐν τῷ πολέμῳ τούτῳ ἐργασάμενον: καὶ γὰρ ἐκινδύνευσε πολλὰ καὶ ἐτρώθη περὶ Σοῦραν, ἀπὸ τοῦ Κρανείου δῆλον ὅτι βαδίζων ἐπὶ τὴν Λέρναν. καὶ ταῦτα Κορινθίων ἀκουόντων ἀνεγίγνωσκε τῶν ἀκριβῶς εἰδότων, ὅτι μηδὲ κατὰ τοίχου γεγραμμένον πόλεμον ἑωράκει. ἀλλ᾿ οὐδὲ ὅπλα ἐκεῖνός γε ᾔδει οὐδὲ μηχανήματα οἱά῀ ἐστιν οὐδὲ τάξεων ἢ καταλοχισμῶν ὀνόματα: ἐπὶ κέρως δὲ λέγειν τὸ ἐπὶ μετώπου ἄγειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기