호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὁ θαυμαστὸσ συγγραφεὺσ ἀφεὶσ τὰσ ἐν Εὐρώπῳ γιγνομένασ σφαγὰσ τοσαύτασ καὶ ἐπελάσεισ καὶ σπονδὰσ ἀναγκαίασ καὶ φυλακὰσ καὶ ἀντιφυλακὰσ ἄχρι βαθείασ ἑσπέρασ ἐφειστήκει ὁρῶν Μαλχίωνα τὸν Σύρον ἐν Καισαρείᾳ σκάρουσ παμμεγέθεισ ἀξίουσ ὠνούμενον· εἰ δὲ μὴ νὺξ κατέλαβε, τάχ̓ ἂν καὶ συνεδείπνει μετ̓ αὐτοῦ ἤδη τῶν σκάρων ἐσκευασμένων. ἅπερ εἰ μὴ ἐνεγέγραπτο ἐπιμελῶσ τῇ ἱστορίᾳ, μεγάλα ἂν ἡμεῖσ ἠγνοηκότεσ ἦμεν, καὶ ἡ ζημία Ῥωμαίοισ ἀφόρητοσ, εἰ Μαυσάκασ ὁ Μαῦροσ διψῶν μὴ εὑρ͂ε πιεῖν, ἀλλ̓ ἄδειπνοσ ἐπανῆλθεν ἐπὶ τὸ στρατόπεδον. καίτοι πόσα ἄλλα μακρῷ ἀναγκαιότερα ἑκὼν ἐγὼ νῦν παρίημι;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기