- 텍스트

Lucian, Quomodo historia conscribenda sit, chapter 5 2:

(루키아노스, Quomodo historia conscribenda sit, chapter 5 2:)

πάνυ ἀνιάσεται, ἢν πάντες Ἀβδηρῖται ἑκόντες Ἀνδρομέδαν τραγῳδῶσι Διττοῦ δὲ ὄντος τοῦ τῆς συμβουλῆς ἔργου, τὰ μεν γὰρ αἱρεῖσθαι, τὰ δὲ φεύγειν διδάσκει, φέρε πρῶτα εἴπωμεν ἅτινα φευκτέον τῷ ἱστορίαν συγγράφοντι καὶ ὧν μάλιστα καθαρευτέον, ἔπειτα οἷς χρώμενος οὐκ ἂν ἁμάρτοι τῆς ὀρθῆς καὶ ἐπ᾿ εὐθὺ ἀγούσης, ἀρχήν τε οἱάν αὐτῷ ἀρκτέον καὶ τάξιν ἥντινα τοῖς ἔργοις ἐφαρμοστέον καὶ μέτρον ἑκάστου καὶ ἃ σιωπητέον καὶ οἷς ἐνδιατριπτέον καὶ ὅσα παραδραμεῖν ἄμεινον καὶ ὅπως ἑρμηνεῦσαι αὐτὰ καὶ συναρμόσαι.??

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION