호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίς οὖν ὕλη τοῦ φιλοσόφου· μὴ τρίβων· οὔ, ἀλλὰ ὁ λόγος. τί τέλος· μή τι φορεῖν τρίβωνα· οὔ, ἀλλὰ τὸ ὀρθὸν ἔχειν τὸν λόγον. ποῖα θεωρήματα· μή τι τὰ περὶ τοῦ πῶς πώγων μέγας γίνεται ἢ κόμη βαθεῖα· ἀλλὰ μᾶλλον ἃ Ζήνων λέγει, γνῶναι τὰ τοῦ λόγου στοιχεῖα, ποῖόν τι ἕκαστον αὐτῶν ἐστι καὶ πῶς ἁρμόττεται πρὸς ἄλληλα καὶ ὅσα τούτοις ἀκόλουθά ἐστιν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기