- 텍스트

Dionysius of Halicarnassus, De Dinarcho, chapter 7 2:

(디오니시오스, De Dinarcho, chapter 7 2:)

ἐὰν δ ἐλλείπῃ τὸ ἐν ἑκάστῳ τούτων ἄκρον ἢ τὸ διὰ πάσης ἰδέας ὅμοιον, μενέτωσαν ἐν τοῖς Δειναρχείοις.? ὡς δὲ καθόλου εἰπεῖν, δύο τρόπους τῆς διαφορᾶς ὡς πρὸς τὰ ἀρχαῖα μιμήσεως εὑρ´οι τις ἄν: ὧν ὃ μὲν φυσικός τέ ἐστι καὶ ἐκ πολλῆς κατηχήσεως καὶ συντροφίας λαμβανόμενος, ὃ δὲ τούτῳ προσεχὴς ἐκ τῶν τῆς τέχνης παραγγελμάτων. περὶ μὲν οὖν τοῦ προτέρου τί ἄν τις καὶ λέγοι· περὶ δὲ τοῦ δευτέρου τί ἂν ἔχοι τις εἰπεῖν ἢ ὅτι πᾶσι μὲν τοῖς ἀρχετύποις αὐτοφυής τις ἐπιπρέπει χάρις καὶ ὡρ´α, τοῖς δ ἀπὸ τούτων κατεσκευασμένοις, κἂν ἐπ ἄκρον μιμήσεως ἔλθωσι, πρόσεστίν τι ὅμως τὸ ἐπιτετηδευμένον καὶ οὐκ ἐκ φύσεως ὑπάρχον. καὶ τούτῳ τῷ παραγγέλματι οὐ ῥήτορες μόνον ῥήτορας διακρίνουσιν ἀλλὰ καὶ ζωγράφοι τὰ Ἀπελλοῦ καὶ τῶν ἐκεῖνον μιμησαμένων καὶ πλάσται τὰ Πολυκλείτου καὶ γλυφεῖς τὰ Φειδίου.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION