호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἃ μὲν οὖν ἐνεδέχετο περὶ τοῦ χαρακτῆροσ τοῦ ἀνδρὸσ εὑρεῖν τε καὶ γράψαι, ταῦτ’ ἐστίν, ἐπὶ δὲ τὴν τῶν λόγων διάγνωσιν τρέψομαι. τοῖσ μὲν οὖν γνησίοισ αὐτὸ τὸ τῆσ ἀναγραφῆσ προσέσται μόνον, τοῖσ δὲ ψευδέσι τὰ τοῦ τ’ ἐλέγχου καὶ τῆσ αἰτίασ διηκριβωμένα, δἰ ἣν ἕκαστον ἀθετοῦμεν αὐτῶν. ἐπεὶ δ’ ἀναγκαία πρὸσ ταῦτα ἡ τῶν χρόνων διάγνωσισ, τοὺσ Ἀθήνησιν ἄρξαντασ, ἀφ’ οὗ Δείναρχον ὑπεθέμεθα γεγονέναι χρόνου, μέχρι τῆσ δοθείσησ αὐτῷ μετὰ τὴν φυγὴν καθόδου, γενομένουσ ἑβδομήκοντα, προθήσομεν. εἰσὶ δὲ οἵδε· Νικόφημοσ, Καλλιμήδησ, Εὐχάριστοσ, Κηφισόδοτοσ, Ἀγαθοκλῆσ, Ἐλπίνησ, Καλλίστρατοσ, Διότιμοσ, Θούδημοσ, Ἀριστόδημοσ, Θέελλοσ, Ἀπολλόδωροσ, Καλλίμαχοσ, Θεόφιλοσ, Θεμιστοκλῆσ, Ἀρχίασ, Εὔβουλοσ, Λυκίσκοσ, Πυθόδοτοσ, Σωσιγένησ, Νικόμαχοσ, Θεόφραστοσ, Λυσιμαχίδησ, Χαιρωνίδασ, Φρύνιχοσ, Πυθόδημοσ· ἐπὶ τούτου πρῶτον αὐτὸν εἰσ δικαστήριον λόγουσ συγγράφειν ὑπεθέμεθα.
μετὰ δὲ τοῦτον Εὐαίνετοσ, Κτησικλῆσ, Νικοκράτησ, Νικήτησ, Ἀριστοφάνησ, Ἀριστοφῶν, Κηφισοφῶν, Εὐθύκριτοσ, Ηγήμων, Χρέμησ, Ἀντικλῆσ, Ἡγησίασ, Κηφισόδωροσ, Φιλοκλῆσ· ἐπὶ τούτου τὴν φρουρὰν ἐδέξαντο Ἀθηναῖοι, καὶ ὁ δῆμοσ κατελύθη.
Ἄρχιπποσ, Νέαιχμοσ, Ἀπολλόδωροσ, Ἄρχιπποσ, Δημογένησ, Δημοκλείδησ, Πραξίβουλοσ, Νικόδωροσ, Θεόφραστοσ, Πολέμων, Σιμωνίδησ, Ιἑρομνήμων, Δημήτριοσ, Καίριμοσ, Ἀναξικράτησ· ἐπὶ τούτου ἡ κατασταθεῖσα ὑπὸ Κασσάνδρου ὀλιγαρχία κατελύθη, καὶ οἱ εἰσαγγελθέντεσ ἔφυγον, ἐν οἷσ καὶ Δείναρχοσ ἦν. Κόροιβοσ, Εὐξένιπποσ, Φερεκλῆσ, Λεώστρατοσ, Νικοκλῆσ, Κλέαρχοσ, Ἡγέμαχοσ, Εὐκτήμων, Μνησίδημοσ, Ἀντιφάτησ, Νικίασ, Νικόστρατοσ, Ὀλυμπιόδωροσ, Φίλιπποσ ἐπὶ τούτου κάθοδοσ ἐδόθη τοῖσ τε ἄλλοισ φυγάσι καὶ Δεινάρχῳ ὑπὸ βασιλέωσ Δημητρίου. Δημόσιοι λόγοι γνήσιοι.
κατὰ Πολυεύκτου βασιλεύειν λαχόντοσ δοκιμασία·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기