호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔστωσαν δή τινες ἐπιγραφόμενοι λόγοι ὡς ὄντες Δεινάρχου, πολλὴν ἔχοντες πρὸς τὰ Λυσιακὰ ὁμοιότητα.? τούτων ὁ βουλόμενος ποιεῖσθαι τὴν διάγνωσιν πρῶτον μὲν τὴν ἰδιότητα τοῦ ἀνδρὸς ἐκείνου θεωρείτω, ἔπειτ ἐὰν μὲν ἀρετήν τε καὶ χάριν τοῖς λόγοις ἐπανθοῦσαν ἴδῃ καὶ τὴν τῶν ὀνομάτων ἐκλογὴν ἐνοῦσαν καὶ τὸ μηδὲν ἄψυχον εἶναι τῶν λεγομένων, θαρρῶν λεγέτω τούτους Λυσίου. ἐὰν δὲ μήτε τὸ χάριεν ὅμοιον εὑρίσκῃ μήτε τὸ πιθανὸν καὶ τὸ τῶν ὀνομάτων ἀκριβὲς μήτε τὸ τῆς ἀληθείας ἁπτόμενον, ἐν τοῖς Δεινάρχου λόγοις αὐτοὺς ἐάτω. ὁμοίως καὶ ἐπὶ τῶν Ὑπερείδου: ἐὰν τῆς μὲν λέξεως τὸ ἰσχυρόν, τῆς δὲ συνθέσεως τὸ ἁπλοῦν, τῶν δὲ πραγμάτων τὸ εὔκαιρον, τῆς δὲ κατασκευῆς τὸ μὴ τραγικὸν μηδὲ ὀγκῶδες ἔχῃ ταῦτα γὰρ μέγιστα ἐκείνου τοῦ ἀνδρὸς ἴδιά ἐστιν, Ὑπερείδου λεγέτω. ἐὰν δὲ ἐνδεεστέρως ἐν αὐτοῖς τούτοις ἔχῃ, κἂν τὰ ἄλλα πάντα μὴ φαύλως ᾖ γεγραμμένα, ἐν τοῖς Δεινάρχου πάλιν ἀναγραφέτω. τὸ δ αὐτὸ καὶ περὶ Δημοσθένους ὑπολαμβάνομεν. ἐὰν μὲν καὶ ἡ τῆς λέξεως μεγαλοπρέπεια καὶ ἡ τῆς συνθέσεως ἐξαλλαγὴ καὶ τὸ τῶν παθῶν ἔμψυχον καὶ τὸ διὰ πάσης κεραίας διῆκον πικρὸν καὶ νοερὸν τό τε πνεῦμα καὶ ἡ δεινότης πᾶσι παρέπηται, μηθὲν ἔτι τὸ κωλῦον ἔστω ἐν τοῖς Δημοσθένους αὐτοὺς ἀναγράφειν. ἐὰν δ ἐλλείπῃ τὸ ἐν ἑκάστῳ τούτων ἄκρον ἢ τὸ διὰ πάσης ἰδέας ὅμοιον, μενέτωσαν ἐν τοῖς Δειναρχείοις.
ὡς δὲ καθόλου εἰπεῖν, δύο τρόπους τῆς διαφορᾶς ὡς πρὸς τὰ ἀρχαῖα μιμήσεως εὑρ´οι τις ἄν: ὧν ὃ μὲν φυσικός τέ ἐστι καὶ ἐκ πολλῆς κατηχήσεως καὶ συντροφίας λαμβανόμενος, ὃ δὲ τούτῳ προσεχὴς ἐκ τῶν τῆς τέχνης παραγγελμάτων. περὶ μὲν οὖν τοῦ προτέρου τί ἄν τις καὶ λέγοι· περὶ δὲ τοῦ δευτέρου τί ἂν ἔχοι τις εἰπεῖν ἢ ὅτι πᾶσι μὲν τοῖς ἀρχετύποις αὐτοφυής τις ἐπιπρέπει χάρις καὶ ὡρ´α, τοῖς δ ἀπὸ τούτων κατεσκευασμένοις, κἂν ἐπ ἄκρον μιμήσεως ἔλθωσι, πρόσεστίν τι ὅμως τὸ ἐπιτετηδευμένον καὶ οὐκ ἐκ φύσεως ὑπάρχον. καὶ τούτῳ τῷ παραγγέλματι οὐ ῥήτορες μόνον ῥήτορας διακρίνουσιν ἀλλὰ καὶ ζωγράφοι τὰ Ἀπελλοῦ καὶ τῶν ἐκεῖνον μιμησαμένων καὶ πλάσται τὰ Πολυκλείτου καὶ γλυφεῖς τὰ Φειδίου.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기