- 텍스트

Dionysius of Halicarnassus, De Dinarcho, chapter 5

(디오니시오스, De Dinarcho, chapter 5)

καὶ τούτων πολλὰ ἄν τις ἔχοι παραδείγματα ἐκθέσθαι.? τοῦ μὲν Λυσιακοῦ χαρακτῆρος ἔν τε τῷ περὶ Μνησικλέους λόγῳ καὶ ἐν τῷ κατὰ Λυσικράτους ὑπὲρ Νικομάχου καὶ ἐν ἄλλοις πολλοῖς. τοῦ δ Ὑπερειδείου ταῖς τε οἰκονομίαις ἀκριβεστέρου καὶ ταῖς κατασκευαῖς γενναιοτέρου πως ὄντος τῶν Λυσιακῶν ἐν πλείοσι μὲν ἢ τριάκοντα Δεινάρχου λόγοις παραδείγματα εὑρεῖν ἔστιν, οὐχ ἥκιστα δὲ καὶ ἐν τῷ περὶ τῆς Ἀγάθωνος διαμαρτυρίας. οὐ μὴν ἀλλὰ καὶ τοῦ Δημοσθενικοῦ χαρακτῆρος, ὃν μάλιστα ἐμιμήσατο, πολὺ πλείω δύναιτ ἄν τις εἰπεῖν, ἄλλως τε καὶ ἐν τῷ κατὰ Πολυεύκτου. προοιμιάζεται γὰρ ὁμοίως ἐκείνῳ, καὶ δι ὅλου τοῦ λόγου παραπλήσιος μεμένηκε.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION