호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ῥώμην τὰς δυνάμεις, καὶ κατὰ τὸν αὐτὸν χρόνον Οὐαλέριος ἧκεν, ἦν τ ἀμφοτέροις μέγα φρονοῦσιν ἐπὶ ταῖς νίκαις ἐλπὶς ἐπιφανεῖς κατάξειν θριάμβους.? οὐ μὴν ἐχώρησέ γε αὐτοῖς κατ ἐλπίδα τὸ ἔργον.
συναχθεῖσα γὰρ κατ αὐτῶν ἡ βουλὴ κατεστρατοπεδευκότων ἔξω τῆς πόλεως εἰς τὸ καλούμενον Ἄρειον πεδίον, καὶ τὰ πραχθέντα ὑπ ἀμφοτέρων μαθοῦσα τὴν ἐπινίκιον οὐκ ἐπέτρεψε ποιήσασθαι θυσίαν πολλῶν μὲν καὶ ἄλλων ἐναντιωθέντων αὐτοῖς ἐκ τοῦ φανεροῦ, μάλιστα δὲ Κλαυδίου Γαϊού: θεῖος δ ἦν οὗτος, ὥσπερ ἔφην, Ἀππίῳ τῷ καταστησαμένῳ τὴν ὀλιγαρχίαν καὶ νεωστὶ ὑπὸ τῶν δημάρχων ἀναιρεθέντι:
τούς τε κυρωθέντας ὑπ αὐτῶν νόμους προβαλλομένου, δἰ ὧν ἠλάττωσαν τὸ τῆς βουλῆς κράτος, καὶ τἆλλα πολιτεύματα, ὅσα οὗτοι πολιτευόμενοι διετέλεσαν: δὲ δήμευσιν, ὡς παρὰ τοὺς ὁρ´κους καὶ τὰς συνθήκας, διεξιόντος.
τὰ γὰρ ἐπὶ τῶν ἱερῶν συνομολογηθέντα τοῖς πατρικίοις πρὸς τοὺς δημοτικοὺς ἐπ ἀδείᾳ τε πάντων γενέσθαι καὶ ἀμνηστίᾳ τῶν προτέρων:
τόν τ Ἀππίου θάνατον οὐκ αὐτοχειρίᾳ γενέσθαι λέγοντος, ἀλλ ἐπιβούλως ὑπὸ τῶν δημάρχων πρὸ δίκης, ἵνα μήτε λόγου τύχῃ κρινόμενος μήτ ἐλέου, ὡς, εἰ κατέστη γοῦν εἰς κρίσιν ἁνὴρ, ἀπέφυγεν ἂν γένους ἀξίωμα παρεχόμενος καὶ πολλὰ τὸ κοινὸν εὖ πεποιηκὼς ὁρ´κους τε καὶ πίστεις ἐπιβοώμενος, αἷς ἅνθρωποι πιστεύοντες εἰς διαλλαγὰς συνέρχονται, τέκνα τε καὶ συγγένειαν καὶ αὐτὸ τὸ ταπεινὸν σχῆμα καὶ ἄλλα πολλὰ εἰς οἶκτον ἐφελκόμενα τὸ πλῆθος. ταῦτα δὴ πάντα κατηγορήματα τῶν ὑπάτων κατ αὐτῶν ἐκχέαντος Κλαυδίου Γαϊού, καὶ πάντων τῶν παρόντων, ἔδοξεν ἀγαπᾶν αὐτοὺς εἰ μὴ δώσουσι δίκας: θριάμβων δὲ καταγωγῆς ἤ τινων τοιούτων συγχωρήσεων οὐδὲ κατὰ μικρὸν ἀξίους εἶναι τυγχάνειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기