호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μάρκος δ Ὁράτιος ἐπὶ τὸν κατὰ Σαβίνων πόλεμον ἐπειδὴ τὰ κατὰ τὸν συνάρχοντα ἔγνω προαγαγὼν καὶ αὐτὸς ἐκ τοῦ χάρακος τὰς δυνάμεις ἀντεπῆγε θᾶττον ὅλῃ δυνάμει πρὸς οὐκ ἐλάττους ἀριθμὸν τοὺς Σαβίνους καὶ τὰ πολέμια φρόνημά τε καὶ τόλμαν ἐκ τῶν προτέρων κατορθωμάτων πολλὴν πρὸς τοὺς ἀντιμαχομένους, καὶ κοινῶς πάντες καὶ ἰδίως ὁ τούτων προηγούμενος:? ἦν γὰρ οὐ μόνον στρατηγὸς ἀγαθός, ἀλλὰ καὶ πολεμιστὴς κατὰ χεῖρα γενναῖος:
καὶ τῶν ἱππέων μεγάλην προθυμίαν παρασχομένων νίκην ἀναιρεῖται λαμπροτάτην, πολλοὺς μὲν ἀποκτείνας τῶν πολεμίων, πολλῷ δ ἔτι πλειόνων αἰχμαλώτων τετυχηκὼς τοῦ τε χάρακος αὐτῶν ἐρήμου κρατήσας, ἐν ᾧ τήν τ ἀποσκευὴν τῶν πολεμίων πολλὴν εὑρ῀ε καὶ τὴν λείαν ἅπασαν, ἣν ἐκ τῆς Ῥωμαίων γῆς ἐληίσαντο, αἰχμαλώτους τε πάνυ πολλοὺς τῶν σφετέρων ἀνεσώσατο.
οὐ γὰρ ἔφθασαν ἀνασκευασάμενοι τὰς ὠφελείας οἱ Σαβῖνοι διὰ καταφρόνησιν. τὰ μὲν οὖν τῶν πολεμίων χρήματα τοῖς στρατιώταις ὠφέλειαν ἐφῆκε ποιεῖσθαι προεξελόμενος ἐκ τῶν λαφύρων, ὅσα τοῖς θεοῖς καθιερώσειν ἔμελλε:
τὴν δὲ λείαν τοῖς ἀφαιρεθεῖσιν ἀπέδωκε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기