호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐλπίδα τῆς κολάσεως καὶ οὐκ ἔχων, ὅ τι χρήσεται τοῖς ἀνδράσι τὴν ὀλεθριωτάτην ἔγνω βαδίζειν ὁδόν.? ὡς γὰρ ἔτι τοῦ πλήθους αὐτῷ διαμένοντος οἰκείου ἀναβὰς ἐπὶ τοῦ Ἡφαίστου τὸ ἱερὸν ἐκάλει τὸν δῆμον εἰς ἐκκλησίαν καὶ κατηγορεῖν ἐπειρᾶτο τῶν ἀνδρῶν παρανομίαν τε καὶ ὕβριν, ἐξουσίᾳ δημαρχικῇ καὶ ἐλπίδι κούφῃ ἐπαιρόμενος, ὅτι συναγανακτήσας ὁ δῆμος αὐτῷ παρήσει ῥῖψαι τοὺς ἄνδρας κατὰ τῆς πέτρας. οἱ δὲ περὶ τὸν Οὐαλέριον ἕτερον τόπον τῆς ἀγορᾶς καταλαβόμενοι καὶ τὸ πτῶμα τῆς παρθένου θέντες, ὅθεν ὑπὸ πάντων ὀφθήσεσθαι ἔμελλεν, ἑτέραν συνῆγον ἐκκλησίαν καὶ πολλὴν ἐποιοῦντο τοῦ τ Ἀππίου καὶ τῶν ἄλλων ὀλιγαρχῶν κατηγορίαν.
πόθος εἰς ταύτην τὴν ἐκκλησίαν παρακαλῶν πλείους τῶν ἑτέρων συνάξειν, ὥστ ὀλίγους τινὰς ὑπολειφθῆναι περὶ τὸν Ἄππιον, αὐτοὺς δὴ τοὺς ὀλιγαρχικούς, ἐν οἷς ἦσάν τινες οὐκέτι τῆς ὀλιγαρχικῆς αὐτῶν ἀκροώμενοι, διὰ πολλὰς προφάσεις, ἀλλ, εἰ γένοιτο ἰσχυρὰ τὰ τῶν ἐναντίων, ἄσμενοι χωρήσειν ἐπ ἐκείνους.
ἐρημούμενον δὴ θεωρῶν ἑαυτὸν ὁ Ἄππιος ἠναγκάσθη μεταγνῶναι καὶ ἀπελθεῖν ἐκ τῆς ἀγορᾶς, ὃ καὶ μάλιστ ὤνησεν αὐτόν.
ἐπιβαλλόμενος γὰρ ὑπὸ τοῦ δημοτικοῦ πλήθους καλὰς ἔτισεν ἂν αὐτῷ τὰς δίκας. μετὰ τοῦτ ἐξουσίας ὅσης ἐβούλοντο τυχόντες οἱ περὶ τὸν Οὐαλέριον ἐνεφοροῦντο τῶν κατ ὀλιγαρχίας λόγων καὶ τοὺς ἔτι ἐνδοιάζοντας ἐξεδημαγώγουν.
τῆς κόρης συγγενεῖς κλίνην τε κομίσαντες εἰς τὴν ἀγορὰν καὶ τὸν ἄλλον κόσμον τὸν ἐπιτάφιον οἱο῀ν ἐδύναντο πολυτελέστατον παρασκευάσαντες, καὶ τὴν ἐκφορὰν τοῦ σώματος διὰ τῶν ἐπιφανεστάτων τῆς πόλεως ποιησάμενοι στενωπῶν, ὅθεν ὑπὸ πλείστων ὀφθήσεσθαι ἔμελλον.
ἐξεπήδων γὰρ ἐκ τῶν οἰκιῶν γυναῖκές τε καὶ παρθένοι τὸ πάθος ἀποδυρόμεναι, αἱ μὲν ἄνθη καὶ στεφάνους βάλλουσαι κατὰ τῆς κλίνης, αἱ δὲ τελαμῶνας ἢ μίτρας, αἱ δὲ ἀθύρματα παρθενικά, καί που τινὲς καὶ πλοκάμων ἀποκειράμεναι βοστρύχους.
ἄνδρες τε συχνοὶ λαμβάνοντες ἐκ τῶν πλησίον ἐργαστηρίων τὰ μὲν ὠνῇ, τὰ δὲ χάριτι συνεπεκόσμουν τοῖς προσφόροις δωρήμασι τὴν ἐκκομιδήν, ὥστε περιβόητον ἀνὰ τὴν πόλιν γενέσθαι τὸ κῆδος, καὶ προθυμίαν ἅπαντας καταλαβεῖν τῆς τῶν ὀλιγαρχικῶν καταλύσεως.
ἀλλ οἱ φρονοῦντες τὰ τῆς ὀλιγαρχίας ὅπλα ἔχοντες μέγα παρεῖχον αὐτοῖς δέος, οἵ τε περὶ τὸν Οὐαλέριον οὐκ ἠξίουν αἵματι πολιτικῷ τὸ νεῖκος διαιρεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기