호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ παραγενόμενοσ ἐπὶ τὸ διδασκαλεῖον ἐπιλαμβάνεται τῆσ παρθένου καὶ φανερῶσ ἄγειν ἐβούλετο δι’ ἀγορᾶσ. κραυγῆσ δὲ γε‐ νομένησ καὶ πολλοῦ συνδραμόντοσ ὄχλου κωλυόμενοσ ὅποι προῃρεῖτο τὴν κόρην ἄγειν ἐπὶ τὴν ἀρχὴν παρα‐ γίνεται. ἐκάθητο δ’ ἐπὶ τοῦ βήματοσ τηνικαῦτα μόνοσ Ἄππιοσ χρηματίζων τε καὶ δικάζων τοῖσ δεομένοισ. βουλομένου δ’ αὐτοῦ λέγειν κραυγή τε καὶ ἀγανάκτησισ ἦν ἐκ τοῦ περιεστῶτοσ ὄχλου, πάντων ἀξιούντων περι‐ μένειν, ἑώσ ἔλθωσιν οἱ συγγενεῖσ τῆσ κόρησ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기