- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 11, chapter 25

(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 11, chapter 25)

πολλὰ δὲ τοιαῦτα καὶ κατὰ τὴν πόλιν ὑπὸ τῶν περὶ τὸν Ἄππιον ἐγίνετο.? τῶν μὲν οὖν ἄλλων καίτοι συχνῶν ἀναιρουμένων ἐλάττων τοῖς πλήθεσι λόγος ἦν, ἑνὸς δ ἀνδρὸς ἐπιφανεστάτου τῶν δημοτικῶν καὶ πλείστας ἀρετὰς ἐν τοῖς κατὰ πόλεμον ἔργοις ἀποδειξαμένου θάνατος ὠμὸς καὶ ἀνόσιος ἐπιτελεσθεὶς ἐν θατέρῳ τῶν στρατοπέδων, ἔνθα οἱ τρεῖς ἡγεμόνες ἦσαν, ἅπαντας ἑτοίμους ἐποίησε πρὸς τὴν ἀπόστασιν τοὺς ἐκεῖ. ἦν δ ὁ φονευθεὶς Σίκκιος, ὁ τὰς ἑκατὸν εἴκοσι μάχας ἀγωνισάμενος καὶ ἐξ ἁπασῶν ἀριστεῖα λαβών, ὃν ἔφην ἀπολελυμένον ἤδη στρατείας διὰ τὸν χρόνον ἑκούσιον τοῦ πρὸς Αἰκανοὺς συνάρασθαι πολέμου, σπεῖραν ἀνδρῶν ὀκτακοσίων ἐκπεπληρωκότων ἤδη τὰς κατὰ νόμον στρατείας εὐνοίᾳ τῇ πρὸς αὐτὸν ἐπαγόμενον:

μεθ ὧν ἀποσταλεὶς ὑπὸ θατέρου τῶν ὑπάτων ἐπὶ τὸ στρατόπεδον τῶν πολεμίων εἰς πρόδηλον ὄλεθρον, ὡς πᾶσιν ἐδόκει, τοῦ τε χάρακος ἐκράτησε καὶ τῆς ὁλοσχεροῦς νίκης αἴτιος ἐγένετο τοῖς ὑπάτοις.

τοῦτον δὴ τὸν ἄνδρα πολλοὺς ἐν τῇ πόλει διεξιόντα λόγους κατὰ τῶν ἐπὶ στρατοπέδου στρατηγῶν, ὡς ἀνάνδρων τε καὶ ἀπείρων πολέμου, ἐκποδῶν ποιῆσαι σπεύδοντες οἱ περὶ τὸν Ἄππιον εἰς ὁμιλίας προὐκαλοῦντο φιλανθρώπους καὶ συνδιαπορεῖν σφίσιν ἠξίουν ὑπὲρ τῶν ἐπὶ στρατοπέδου, καὶ πῶς ἂν ἐπανορθωθείη τὰ τῶν στρατηγῶν ἁμαρτήματα λέγειν παρεκάλουν, καὶ τελευτῶντες ἔπεισαν ἐξελθεῖν ἐπὶ τὸν ἐν Κρουστομερείᾳ χάρακα αὐτὸν ἐξουσίαν ἔχοντα πρεσβευτικήν.

ἔχων καὶ δύναμιν, ἀσυλίαν δὲ καὶ σεβασμὸν ἱερέως.

ὡς δ ἀφίκετο, φιλοφρονουμένων αὐτὸν ἐκεῖ τῶν ἡγεμόνων καὶ δεομένων συστρατηγεῖν μένοντα, καί τινας καὶ δωρεὰς τὰς μὲν διδόντων ἤδη, τὰς δ ὑπισχνουμένων, ἐξαπατηθεὶς ὑπ ἀνθρώπων πονηρῶν καὶ τῇ γοητείᾳ τῶν λόγων οὐ συνειδὼς ὡς ἐξ ἐπιβουλῆς ἐγίνετο, στρατιωτικὸς ἀνὴρ καὶ τὸν τρόπον ἁπλοῦς τά τ ἄλλα ἐπείθετο αὐτοῖς, ὅσα συμφέρειν ὑπελάμβανε, καὶ πρῶτον ἁπάντων παρῄνει μετάγειν τὴν παρεμβολὴν εἰς τὴν πολεμίαν ἐκ τῆς σφετέρας:

τάς τε βλάβας διεξιὼν τὰς τότε γινομένας καὶ τὰς ὠφελείας ἐπιλογιζόμενος, ὅσας ἔμελλον ἕξειν μεταστρατοπεδευσάμενοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION