호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τὰ μὲν ὑπὲρ ἐμοῦ τοσαῦτα· περὶ δὲ τοῦ πολέμου ταύτην ὑμῖν, ὦ βουλή, γνώμην ἀποδείκνυμαι, μηδὲν ψηφίζεσθαι περὶ μηδενὸσ πράγματοσ, ἑώσ ἀποδειχθῶσι νέαι ἀρχαί. ταῦτ’ εἰπὼν καὶ πολὺν ἐκ τοῦ συνεδρίου κινήσασ ἔπαινον ἐπὶ τῷ γενναίῳ καὶ φιλελευθέρῳ τῆσ γνώμησ ἐκάθισε. μετὰ δὲ τοῦτον ἀναστὰσ Λεύκιοσ Κοίντιοσ ὁ καλούμενοσ Κικιννᾶτοσ καὶ Τίτοσ Κοίντιοσ Καπετωλῖνοσ καὶ Λεύκιοσ Λουκρήτιοσ καὶ πάντεσ ἑξῆσ οἱ πρωτεύοντεσ δέκα τοῦ συνεδρίου τῇ Κλαυδίου γνώμῃ προσετίθεντο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기