- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 11, chapter 15

(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 11, chapter 15)

τοιαῦτ εἰπόντος Κλαυδίου καὶ πολλὴν ἐλπίδα τῷ συνεδρίῳ παρασχόντος, ὡς ἀποθησομένων τῶν δέκα τὴν ἀρχήν, Ἄππιος μὲν πρὸς ταῦτα οὐδὲν ἠξίωσεν εἰπεῖν:? ἐκ δὲ τῶν ἄλλων ὀλιγαρχῶν προελθὼν Κορνήλιος Μάρκος: ἡμεῖς μέν, ἔφησεν, ὦ Κλαύδιε, περὶ τῶν ἰδίων συμφερόντων αὐτοὶ διαγνωσόμεθα τῆς σῆς οὐδὲν δεόμενοι βουλῆς. καὶ γὰρ ἡλικίας ἐν τῇ φρονιμωτάτῃ ἐσμέν, ὥστε μηδὲν τῶν διαφερόντων ἀγνοεῖν, καὶ φίλων οὐ σπανίζομεν, οἷς, ἐάν τι δέῃ, συμβούλοις χρησόμεθα. παῦσαι δὴ πρᾶγμα ποιῶν ἀώρον, ἀνὴρ πρεσβύτερος οὐ δεομένοις συμβουλῆς γνώμας ἀποδεικνύμενος.

ὅταν ἐξέλθῃς ἐκ τοῦ συνεδρίου, λοιδορήσῃ.

νῦν δ ὑπὲρ τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους πολέμου, περὶ οὗ κέκλησαι γνώμην ἀποδειξόμενος, ὅ τι σοι φαίνεται λέγε καὶ παῦσαι τὰ ἔξω τοῦ πράγματος φλυαρῶν. μετὰ τοῦτον ἀνίσταται πάλιν ὁ Κλαύδιος κατηφὴς καὶ μεστοὺς ἔχων τοὺς ὀφθαλμοὺς δακρύων καί φησιν:

Ἄππιος μὲν οὐδ ἀποκρίσεως ἄξιον ἡγεῖταί με, ὦ βουλή, τὸν ἑαυτοῦ θεῖον ἐναντίον ὑμῶν: ἀλλ ὥσπερ τὴν οἰκίαν τὴν ἰδίαν ἀπέκλεισέ μοι, καὶ τουτὶ τὸ συνέδριον ἄβατον ἐφ ἑαυτῷ ποιεῖ. εἰ δὲ χρὴ τἀληθὲς λέγειν, καὶ ἐκ τῆς πόλεως ἐξελαύνομαι. ἐκεῖ χρόνον, ἑώς ἂν οὗτοι κατέχωσι τὴν καλὴν ταύτην ἀρχήν.

ἐπειδὰν δ οἱᾶ μαντεύομαι περὶ τὴν δεκαδαρχίαν γένηται - γενήσεται δ οὐκ εἰς μακράν - τότε παρέσομαι. καὶ τὰ μὲν ὑπὲρ ἐμοῦ τοσαῦτα:

περὶ δὲ τοῦ πολέμου ταύτην ὑμῖν, ὦ βουλή, γνώμην ἀποδείκνυμαι, μηδὲν ψηφίζεσθαι περὶ μηδενὸς πράγματος, ἑώς ἀποδειχθῶσι νέαι ἀρχαί. ταῦτ εἰπὼν καὶ πολὺν ἐκ τοῦ συνεδρίου κινήσας ἔπαινον ἐπὶ τῷ γενναίῳ καὶ φιλελευθέρῳ τῆς γνώμης ἐκάθισε. μετὰ δὲ τοῦτον ἀναστὰς Λεύκιος Κοίντιος ὁ καλούμενος Κικιννᾶτος καὶ Τίτος Κοίντιος Καπετωλῖνος καὶ Λεύκιος Λουκρήτιος καὶ πάντες ἑξῆς οἱ πρωτεύοντες δέκα τοῦ συνεδρίου τῇ Κλαυδίου γνώμῃ προσετίθεντο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION