- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 11, chapter 8

(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 11, chapter 8)

ταῦτ ἐστίν, ὦ βουλή, τὰ Σαβίνων τε καὶ Αἰκανῶν ἐνθυμήματα, οἷς πεπιστευκότες ἐμβεβλήκασιν ἡμῶν εἰς τὴν γῆν.? ἐὰν μὲν οὖν ἀγανακτήσαντες τῷ καταφρονεῖσθαι πρὸς αὐτῶν ἐπαρθέντων ὡς ἔχομεν ὀργῆς δύναμιν ἐξαγαγεῖν ἐπ αὐτοὺς ψηφισώμεθα, δέδοικα μὴ ταῦθ ἡμῖν ἃ προὔλαβον ἐκεῖνοι συμβῇ, μᾶλλον δ εὖ οἶδα συμβησόμενα. ἐὰν δὲ τὰ πρῶτα καὶ τἀναγκαιότατα καταστησώμεθα - ταῦτα δ ἐστὶν ἥ τ εὐκοσμία τοῦ πλήθους καὶ τὸ πᾶσι ταὐτὰ συμφέροντα φαίνεσθαι - ἐξελάσαντες μὲν ἐκ τῆς πόλεως τὴν νῦν ἐπιχωριάζουσαν ὕβριν καὶ πλεονεξίαν, ἀποδόντες δὲ τὸ ἀρχαῖον σχῆμα τῇ πολιτείᾳ, πτήξαντες οἱ νῦν θρασεῖς καὶ τὰ ὅπλα ῥίψαντες ἐκ τῶν χειρῶν ἥξουσιν ὡς ἡμᾶς οὐκ εἰς μακράν, τάς τε βλάβας % .

. . θούμενοι καὶ περὶ διαλλαγῶν διαλεξόμενοι, ὑπάρξει τε ἡμῖν ὃ πάντες ἂν εὔξαιντο οἱ νοῦν ἔχοντες, χωρὶς ὅπλων διαπεπολεμηκέναι τὸν πρὸς αὐτοὺς πόλεμον. ταῦτα δὴ λογισαμένους ἡμᾶς οἰόμαι δεῖν τὴν μὲν ὑπὲρ τοῦ πολέμου βουλήν, ἐπειδὴ ταραχωδῶς ἡμῖν ἔχει τὰ ἐντὸς τείχους, ἐᾶσαι κατὰ τὸ παρόν, ὑπὲρ ὁμονοίας δὲ καὶ κόσμου πολιτικοῦ προθεῖναι τῷ βουλομένῳ λέγειν.

οὐ γὰρ ἐξεγένετο ἡμῖν, πρὶ εἰς τοῦτο καταστῆσαι τὸν πόλεμον, ὑπὸ τῆσδε τῆς ἀρχῆς κληθεῖσι περὶ τῶν ἐν τῇ πόλει πραγμάτων εἴ τι μὴ καλῶς εἶχε τῶν γιγνομένων διαγνῶναι. πολλῆς γὰρ ἂν ἐπιτιμήσεως ἄξιος ἦν, εἴ τις ἐκεῖνον ἀφεὶς τὸν καιρὸν ἐν τούτῳ λέγειν ὑπὲρ αὐτῶν ἠξίου:

οὐδ ἂν ἔχοι τις εἰπεῖν βεβαίως, ὅτι τοῦτον ὑπερβαλόμενοι τὸν καιρὸν ὡς οὐκ ἐπιτήδειον ἑτέρου δυνησόμεθα τυχεῖν ἐπιτηδειοτέρου. εἰ γὰρ ἐκ τῶν γεγονότων τὰ μέλλοντα ἔσεσθαι βούλεταί τις εἰκάζειν, πολὺς ὁ μετὰ τοῦτον ἔσται χρόνος, ἐν ᾧ περὶ οὐδενὸς τῶν κοινῶν συνελευσόμεθα βουλευσόμενοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION