호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἱστορίασ παραλαβεῖν, ὅτι τὸν Περσικὸν πόλεμον ‐ ἵν’ ἐπὶ τούτου ποιήσωμαι τὸν λόγον ‐ ἐνίκησαν Ἀθηναῖοί τε καὶ Λακεδαιμόνιοι δυσὶ ναυμαχίαισ καὶ πεζομαχίᾳ μιᾷ καταγωνισάμενοι τὸν βάρβαρον τριακοσίασ ἄγοντα μυριάδασ αὐτοὶ σὺν τοῖσ συμμάχοισ οὐ πλείουσ ὄντεσ ἕνδεκα μυριάδων, ἀλλὰ καὶ τοὺσ τόπουσ, ἐν οἷσ αἱ πράξεισ ἐγένοντο, βούλονται παρὰ τῆσ ἱστορίασ μαθεῖν, καὶ τὰσ αἰτίασ ἀκοῦσαι, δι’ ἃσ τὰ θαυμαστὰ καὶ παράδοξα ἔργα ἐπετέλεσαν, καὶ τίνεσ ἦσαν οἱ τῶν στρατοπέδων ἡγεμόνεσ τῶν τε βαρβαρικῶν καὶ τῶν Ἑλληνικῶν ἱστορῆσαι, καὶ μηδενὸσ ὡσ εἰπεῖν ἀνήκοοι γενέσθαι τῶν συντελεσθέντων περὶ τοὺσ ἀγῶνασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기