호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοσούτους γὰρ οἶδα γράψοντας Ὀψαρτυτικά.? καὶ κάνδαυλον δέ τινα ἔλεγον οἱ Λυδοί, οὐχ ἕνα ἀλλὰ τρεῖς: οὕτως ἐξήσκηντο πρὸς τὰς ἡδυπαθείας. θαυμαστὸν ἐμὸν εὑρ´ημα: γίνεσθαι δ: αὐτόν φησιν ὁ Ταραντῖνος Ἡγήσιππος ἐξ ἑφθοῦ κρέως καὶ κνηστοῦ ἄρτου καὶ Φρυγίου τυροῦ ἀνήθου τε καὶ ζωμοῦ πίονος. μνημονεύει δ αὐτοῦ Ἄλεξις ἐν Παννυχίδι ἢ Ἐρίθοις: μάγειρος δ ἐστὶν ὁ προσδιαλεγόμενος ὅτι δέ σοι παρὰ τοῦτο κάνδαυλόν τινα παραθήσομεν. β. κάνδαυλον· οὐκ ἐδήδοκα κάνδαυλον οὐδ ἀκήκο οὐδεπώποτε. α. ἐὰν παραθῶ σοι, προσκατέδει τοὺς δακτύλους αὐτῷ γε χαίρων, χόρια μὲν ποιήσομεν β.
ἄνθρωπε, ποίει λευκὰ καὶ βλέπ εἰς α. εἶτ ἀντακαῖον ἰχθύων τάριχος ἢ κρεῶν, βατανίων εὐθέως δίπυρον παραθήσω κᾠὸν ἐπιτετμημένον, πῦον, μέλιτος ὀξύβαφον ἐπὶ ταγηνιῶν, τυροῦ τροφάλια χλωρὰ Κυθνίου παρατεμὼν, βοτρύδιόν τι, χόριον, ἐν ποτηρίῳ γλυκὺν τὸ τοιοῦτον γὰρ ἀεί πως μέρος ἐπιπαίζεται, κεφαλὴ δὲ δείπνου γίνεται. β.
ἄνθρωπ ἐπίπαιζε: μόνον ἀπαλλάγηθί μου, τοὺς σοὺς δὲ κανδαύλους λέγων καὶ χόρια καὶ βατάνια. πᾶσαν ἀφανιεῖς τὴν ἡδονήν. μνημονεύει τοῦ κανδαύλου καὶ Φιλήμων ἐν Παρεισιόντι οὕτως: τοὺς ἐν τῇ πόλει μάρτυρας ἔχω γὰρ ὅτι μόνος φύσκην ποιῶ, κάνδαυλον, ᾠόθριον ἐν στενῷ. τί γὰρ τούτων διάπτωμ ἐγένετ ἢ ἁμάρτημα τί· καὶ Νικόστρατος ἐν Μαγείρῳ:
ὃς μέλανα ποιεῖν ζωμὸν οὐκ ἠπίστατο, θρῖον δὲ καὶ κάνδαυλον. καὶ Μένανδρος Τροφωνίῳ: Ιὠνικὸς πλούταξ, ὑποστάσεις ποιῶν κάνδαυλον, ὑποβινητιῶντα βρώματα. καὶ εἰς τοὺς πολέμους δὲ ἐξιόντες οἱ Λυδοὶ παρατάττονται μετὰ συρίγγων καὶ αὐλῶν, ὥς φησιν Ἡρόδοτος. καὶ Λακεδαιμόνιοι δὲ μετ αὐλῶν ἐξορμῶσιν ἐπὶ τοὺς πολέμους,8 καθάπερ Κρῆτες μετὰ λύρας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기