- 텍스트

Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 9

(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 9)

Κλέαρχος δὲ ὁ Σολεὺς ἐν τετάρτῳ Βίων προειπὼν περὶ τῆς Μήδων τρυφῆς καὶ ὅτι διὰ ταύτην πολλοὺς εὐνουχίσαιεν τῶν περικτιόνων, ἐπιφέρει καὶ τὴν παρὰ Μήδων γενέσθαι Πέρσαις μηλοφορίαν μὴ μόνον ὧν ἔπαθον τιμωρίαν, ἀλλὰ καὶ τῆς τῶν δορυφορούντων τρυφῆς εἰς ὅσον ἦλθον ἀνανδρίας ὑπόμνημα.? δύναται γάρ, ὡς ἐοίκεν, ἡ παράκαιρος ἅμα καὶ μάταιος αὐτῶν περὶ τὸν βίον τρυφὴ καὶ τοὺς ταῖς λόγχαις καθωπλισμένους ἀγύρτας ἀποφαίνειν. καὶ προελθὼν δὲ γράφει:

"τοῖς γοῦν πορίσασί τι αὐτῷ ἡδὺ βρῶμα διδοὺς ἆθλα τοῦ πορισθέντος οὐχ ἑτέραις ἡδύνων ταῦτα τιμαῖς παρετίθει, πολὺ δὲ μᾶλλον αὐτὸς ἀπολαύειν αὐτῶν, νοῦν ἔχων: "ἧκον τρυφῆς οἱ τῶν Περσῶν βασιλεῖς ὥστε ἔχεσθαι τῆς βασιλικῆς κλίνης ὑπὲρ κεφαλῆς οἴκημά τι πεντάκλινον, ἐν ᾧ χρυσίου πεντακισχίλια διὰ παντὸς ἔκειτο τάλαντα, καὶ τοῦτο ἐκαλεῖτο προσκεφάλαιον βασιλικόν. καὶ πρὸς ποδῶν ἕτερον οἴκημα τρίκλινον, οὗ τάλαντα τρισχίλια ἔκειτο ἀργυρίου, καὶ προσηγορεύετο βασιλικὸν ὑποπόδιον. "ἦν δ ἐν τῷ κοιτῶνι καὶ λιθοκόλλητος ἄμπελος χρυσῆ ὑπὲρ τῆς κλίνης. τὴν δ ἄμπελον ταύτην Ἀμύντας φησὶν ἐν τοῖς Σταθμοῖς καὶ βότρυας ἔχειν ἐκ τῶν πολυτελεστάτων ψήφων συντεθειμένους.

οὐ μακράν τε ταύτης ἀνακεῖσθαι κρατῆρα χρυσοῦν Θεοδώρου τοῦ Σαμίου ποίημα. Ἀγαθοκλῆς δ ἐν τρίτῳ περὶ Κυζίκου ἐν Πέρσαις φησὶν εἶναι καὶ χρυσοῦν καλούμενον ὕδωρ.

εἶναι δὲ τοῦτο λιβάδας ἑβδομήκοντα, καὶ μηδένα πίνειν ἀπ αὐτοῦ ἢ μόνον βασιλέα καὶ τὸν πρεσβύτατον αὐτοῦ τῶν παίδων τῶν δ ἄλλων ἐάν τις πίῃ, θάνατος ἡ ζημία.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION