호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ παρὰ τῷ Ὁμήρῳ Ὀδυσσεὺς ἡγεμὼν δοκεῖ γεγενῆσθαι Ἐπικούρῳ τῆς πολυθρυλήτου ἡδονῆς, ὅσπερ φησίν:? οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα, δαιτυμόνες δ ἀνὰ δώματ ἀκουάζωνται ἀοιδοῦ ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δ ἐκ κρητῆρος ἀφύσσων οἰνοχόος παρέχῃσι καὶ ἐγχείῃ δεπάεσσιν. τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι. ὁ δὲ Μεγακλείδης φησὶ τὸν Ὀδυσσέα καθομιλοῦντα τοὺς καιροὺς ὑπὲρ τοῦ δοκεῖν ὁμοήθη τοῖς Φαίαξιν εἶναι τὸ ἁβροδίαιτον αὐτῶν ἀσπάζεσθαι, προπυθόμενον τοῦ Ἀλκίνου: αἰεὶ δ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε εἵματά τ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
μόνως γὰρ οὕτως ᾠήθη ὧν ἤλπιζεν μὴ διαμαρτεῖν. τοιοῦτός ἐστιν καὶ ὁ παραινῶν Ἀμφιλόχῳ τῷ παιδί: ὦ τέκνον, ποντίου θηρὸς πετραίου χρωτὶ μάλιστα νόον προσφέρων πάσαις πολίεσσιν ὁμίλει: τῷ παρεόντι δ ἐπαινήσαις ἑκὼν ἄλλοτ ἀλλοῖα φρόνει. ὁμοίως φησὶν καὶ Σοφοκλῆς ἐν Ἰφιγενείᾳ:
νόει πρὸς ἀνδρί, σῶμα πουλύπους ὅπως πέτρᾳ, τραπέσθαι γνησίου φρονήματος, καὶ ὁ Θέογνις: πουλύπου ὀργὴν ἴσχε πολυπλόκου. εἰσὶ δ οἵ φασι ταύτης εἶναι τῆς γνώμης τὸν Ὅμηρον, προτάττοντα τοῦ σπουδαίου βίου πολλάκις τὸν καθ ἡδονήν, λέγοντα: οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη νέκταρ ἐῳνοχόει, τοὶ δὲ χρυσέοις δεπάεσσι δειδέχατ ἀλλήλους. καὶ ὁ Μενέλαος δὲ παρ αὐτῷ φησιν οὐδέ κεν ἡμέας ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε.
καί: ἥμεθα δαινύμενοι κρέα τ ἄσπετα καὶ μέθυ ἡδύ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기