- 텍스트

Appian, The Civil Wars, book 3, chapter 14 4:

(아피아노스, The Civil Wars, book 3, chapter 14 4:)

Ἁλοὺς δὲ ὑπὸ λῃστῶν καὶ δεθείς, ἤρετο μὲν ὅτου Κελτῶν δυνάστου τὸ ἔθνος εἰή, μαθὼν δ ὅτι Καμίλου, πολλὰ πεποιηκὼς εὖ τὸν Κάμιλον, ἄγειν αὑτὸν αὐτοῖς ἐς τὸν Κάμιλον ἐκέλευεν.? ὁ δὲ ἀχθέντα ἰδὼν ἐφιλοφρονεῖτο μὲν ἐς τὸ φανερὸν καὶ τοῖς δήσασιν ἐπεμέμφετο ὑπ ἀγνοίας ἐνυβρίσασιν ἀνδρὶ τοσῷδε, κρύφα δ ἐπέστελλεν Ἀντωνίῳ. καὶ ὁ Ἀντώνιός τι παθὼν ἐπὶ τῇ μεταβολῇ οὐχ ὑπέστη τὸν ἄνδρα ἰδεῖν, ἀλλ ἐκέλευσε τῷ Καμίλῳ κτείναντα τὴν κεφαλὴν ἐς αὑτὸν ἐκπέμψαι: καὶ τὴν κεφαλὴν ἰδὼν ἐκέλευσε τοῖς παροῦσι θάψαι. τοῦτο Δέκμῳ τέλος ἦν, ἱππάρχῃ τε Καίσαρος γενομένῳ καὶ ἄρξαντι τῆς παλαιᾶς Κελτικῆς ὑπ ἐκείνῳ καὶ ἐς τὸ μέλλον ἔτος ὑπατεύειν ὑπ αὐτοῦ κεχειροτονημένῳ καὶ τῆς ἑτέρας Κελτικῆς ἄρχειν. καὶ δεύτερος τῶν σφαγέων οὗτος ἐπὶ Τρεβωνίῳ δίκην ἐδίδου μετ ἐνιαυτόν που καὶ ἥμισυ τῆς ἀναιρέσεως. τῷ δ αὐτῷ χρόνῳ καὶ Μινούκιος Βάσιλος, σφαγεὺς καὶ ὅδε Καίσαρος, ὑπὸ τῶν θεραπόντων ἀνῃρέθη, εὐνουχίζων τινὰς αὐτῶν ἐπὶ τιμωρίᾳ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION