호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"Ἴστε δέ," ἔφη, "καὶ ἐφ’ οἷσ ὁ Ἀντώνιοσ ἔναγχοσ ἡττήθη οἱᾶ́ τε τοὺσ Πομπηιανοὺσ ἐπύθεσθε ἐν ἄστει πεποιηκέναι κατὰ τῶν τινασ δωρεὰσ παρὰ Καίσαροσ εἰληφότων. τί δὴ πιστὸν ἢ ὑμῖν ὧν ἐλάβετε παρ’ ἐκείνου χωρίων τε καὶ χρημάτων ἢ ἐμοὶ τῆσ σωτηρίασ, ὧδε ἐν τῇ βουλῇ δυναστευόντων τῶν οἰκείων τοῖσ σφαγεῦσι; κἀγὼ μὲν ἐκδέξομαι τὸ τέλοσ, ὅ τι ἂν ἐπιγίγνηταί μοι ̔καλὸν γάρ τι καὶ παθεῖν πατρὶ ἐπικουροῦντἀ, ὑπὲρ δὲ ὑμῶν δέδια τοιῶνδε καὶ τοσῶνδε, κινδυνευόντων ἐσ ἐμὴν καὶ τοῦ πατρὸσ χάριν. ἴστε μὲν δή με καθαρεύοντα φιλοτιμίασ, ἐξ οὗ στρατηγεῖν μοι διδόντων ὑμῶν ὑπὸ σημείοισ οὐκ ἐδεχόμην· ἓν δὲ μόνον ὁρῶ νῦν ἀμφοτέροισ σωτήριον, εἰ δι’ ὑμῶν ὕπατοσ ἀποδειχθείην. τά τε γὰρ παρὰ τοῦ πατρὸσ ὑμῖν δοθέντα πάντα βέβαια ἔσται, ἀποικίαι τε προσέσονται αἱ ἔτι ὀφειλόμεναι, καὶ γέρα πάντα ἐντελῆ· ἐγώ τε τοὺσ φονέασ ὑπὸ δίκην ἀγαγὼν τοὺσ ἄλλουσ ἂν ὑμῖν καταλύσαιμι πολέμουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기