- 텍스트

Appian, The Civil Wars, book 3, chapter 12 3:

(아피아노스, The Civil Wars, book 3, chapter 12 3:)

Ἐξαγγελθέντων δὲ τῶνδε ἐς Ῥώμην θαυμαστὴ καὶ αἰφνίδιος ἦν αὖθις μεταβολή, τῶν μὲν ἐκ τῆς οὐ πρὸ πολλοῦ καταφρονήσεως ἐς δέος, τῶν δὲ ἐς θάρσος ἀπὸ τοῦ δέους μεθισταμένων.? αἵ τε προγραφαὶ τῶν δέκα ἀνδρῶν κατεσπῶντο σὺν ὕβρει, καὶ αἱ χειροτονίαι τῶν ὑπάτων ἐπείχοντο ἔτι μᾶλλον: ἥ τε βουλὴ πάμπαν ἀποροῦσα, καὶ δεδιυῖα, μὴ συνθοῖντο ἀλλήλοις ὅ τε Καῖσαρ καὶ ὁ Ἀντώνιος, ἔπεμπε μὲν ἐς Βροῦτόν τε καὶ Κάσσιον κρύφα ἀπὸ σφῶν Λεύκιον καὶ Πάνσαν, ὡς ἐπὶ θέας εἰς Ἑλλάδα ἐξιόντας, ἀμύνειν αὑτοῖς ἐς ὃ δύναιντο, μετεκάλει δὲ ἐκ Λιβύης ἀπὸ τριῶν τῶν ὑπὸ Σέξτιον δύο τέλη, καὶ τὸ τρίτον ἐκέλευε Κορνιφικίῳ παραδοθῆναι, τῆς ἑτέρας ἄρχοντι Λιβύης καὶ τὰ τῆς βουλῆς φρονοῦντι, εἰδότες μὲν καὶ τούσδε Γαϊῴ Καίσαρι ἐστρατευμένους καὶ τὰ ἐκείνου πάντα ὑπονοοῦντες: ἡ δὲ ἀπορία σφᾶς ὧδε ἤπειγεν, ἐπεὶ καὶ τὸν νέον Καίσαρα, δεδιότες μὴ συνθοῖτο Ἀντωνίῳ, στρατηγὸν αὖθις ἐπὶ Ἀντωνίῳ μάλα ἀπρεπῶς ἐχειροτόνουν ἅμα Δέκμῳ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION