호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀντωνίῳ μὲν δὴ τάδε ὁ Καῖσαρ ἐνεσήμαινε, Λεπίδῳ δὲ καὶ Ἀσινίῳ σαφέστερον ἔτι περὶ τῆς ἐς αὑτὸν ὕβρεως καὶ τῆς τῶν σφαγέων ἀθρόας προαγωγῆς ἐπέστελλεν, ἐκφοβῶν αὐτούς, μὴ ἐς χάριν τῆς Πομπηιανῆς ἑταιρείας καθ ἕνα τῶν Καίσαρος ἕκαστος ὅμοια Ἀντωνίῳ πάθοι, κἀκείνῳ δι ἀφροσύνην καὶ ὑπεροψίαν τοῦδε τοῦ δέους τάδε παθόντι.? ἠξίου τε ἐς μὲν εὐπρέπειαν τῆς βουλῆς εἶναι κατηκόους, ἐς δὲ τὸ σφέτερον ἀσφαλὲς συμφρονεῖν, ἑώς ἔτι δύνανται, καὶ ὀνειδίζειν ταῦτα Ἀντωνίῳ, μιμεῖσθαί τε τοὺς ὑπὸ σφίσιν ὁπλίτας: οὐ διαλυομένους, οὐδ ὅτε παύσαιντο τῶν στρατειῶν, ἵνα μὴ τοῖς ἐχθροῖς εἰε῀ν εὐεπίθετοι, ἀλλ ἀθρόους ἐν ἀλλοτρίᾳ συνοικίζεσθαι διὰ τὴν ἰσχὺν μᾶλλον ἐθέλοντας ἢ καθ ἕνα τῶν πατρίδων ἀπολαύειν. τάδε μὲν ὁ Καῖσαρ Λεπίδῳ τε ἐπέστελλε καὶ Ἀσινίῳ: Δέκμῳ δὲ ὁ ἀρχαῖος στρατὸς ἐνόσει πιμπλάμενος ἐκ λιμοῦ καὶ τὰς γαστέρας κατερρήγνυντο, ὅ τε νεοστράτευτος ἀγύμναστος ἔτι ἦν. Πλάγκος δὲ προσεγένετο μετὰ τοῦ οἰκείου στρατοῦ, καὶ ὁ Δέκμος ἐπέστελλε τῇ βουλῇ τὸν Ἀντώνιον ἀλώμενον κυνηγετήσειν ναυτικῶν περ ἤδη γεγονότων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기