- 텍스트

Appian, The Civil Wars, book 3, chapter 11 2:

(아피아노스, The Civil Wars, book 3, chapter 11 2:)

Ὡς δὲ ὑπὸ τούτων ἐπολιορκοῦντο, ὁ Κάσσιος σὺν ἐπείξει καταλαβὼν τά τε τοῦ Βάσσου δύο τέλη παρελάμβανεν αὐτίκα καὶ τὰ τῶν πολιορκούντων αὐτὸν ἕξ, φιλίᾳ τε παραδόντων καὶ ὡς ἀνθυπάτῳ κατηκόων γενομένων:? ἐψήφιστο γάρ, ὥς μοι προείρηται, πάντας ὑπακούειν Κασσίῳ τε καὶ Βρούτῳ. ἄρτι δὲ καὶ Ἀλλιηνός, ὑπὸ Δολοβέλλα πεμφθεὶς ἐς Αἴγυπτον, ἐπανῆγεν ἐξ αὐτῆς τέσσαρα τέλη τῶν ἐκ τῆς ἥσσης Πομπηίου τε καὶ Κράσσου διαρριφέντων ἢ ὑπὸ Καίσαρος Κλεοπάτρᾳ καταλελειμμένων. καὶ αὐτὸν ὁ Κάσσιος οὐδὲν προπεπυσμένον ἐν τῇ Παλαιστίνῃ περιέλαβέ τε καὶ ἠνάγκασεν ἑαυτῷ προσθέσθαι, δείσαντα τοῖς τέσσαρσι μάχεσθαι πρὸς ὀκτώ. ὧδε μὲν δὴ Κάσσιος ἐκ παραδόξου δυώδεκα τελῶν ἀθρόως ἐκράτει καὶ Δολοβέλλαν ἐκ τῆς Ἀσίας σὺν δύο τέλεσιν ἐλθόντα τε καὶ ἐς Λαοδίκειαν ὑπὸ οἰκειότητος ἐσδεχθέντα περικαθήμενος ἐπολιόρκει. καὶ ἡ βουλὴ μαθοῦσα ἐφήδετο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION