호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τῷ δ αὐτῷ χρόνῳ περί τε Συρίαν καὶ Μακεδονίαν τοιάδε ἐγίγνετο.? ὁποτέρως δ ἐγένετο, Στάιον Μοῦρκον οἵδε, μετὰ τριῶν τελῶν ἐπιπεμφθέντα σφίσιν ὑπὸ τοῦ Καίσαρος, ἐγκρατῶς ἀπεμάχοντο, ἑώς ὁ Μοῦρκος ἐπεκαλεῖτο Μάρκιον Κρίσπον ἡγούμενον Βιθυνίας καὶ ἀφίκετο αὐτῷ βοηθῶν ὁ Κρίσπος τέλεσιν ἄλλοις τρισίν. Γάιος Καῖσαρ ὅτε Συρίαν διώδευε, τέλος ἐν αὐτῇ καταλελοίπει τὰ ἐς Παρθυαίους ἤδη διανοούμενος. τούτου τὴν μὲν ἐπιμέλειαν Καικίλιος Βάσσος εἶχε, τὸ δὲ ἀξίωμα Ιοὔλιος Σέξστος, μειράκιον αὐτοῦ Καίσαρος συγγενές, ὅπερ ἐκδιαιτώμενον ἐς τρυφὴν τὸ τέλος ἀσχημόνως ἐπήγετο πανταχοῦ. μεμψαμένῳ δὲ τῷ Βάσσῳ ποτὲ ἐνύβρισε: καὶ καλῶν αὐτὸν ὕστερον, ἐπεὶ βραδέως ὑπήκουσεν, ἄγειν ἐκέλευσεν ἕλκοντας. θορύβου δὲ καὶ πληγῶν γενομένων ἡ στρατιὰ τὴν ὕβριν οὐ φέρουσα τὸν Ιοὔλιον κατηκόντισε. καὶ εὐθὺς ἦν μετάνοια καὶ δέος ἐκ τοῦ Καίσαρος. συνομόσαντες οὖν, εἰ μή τις αὑτοῖς συγγνώμη καὶ πίστις γένοιτο, μέχρι θανάτου διαγωνιεῖσθαι καὶ ἐς αὐτὸ Βάσσον ἀναγκάσαντες ἄλλο συνέλεξαν τέλος καὶ συνεγύμνασαν. ὧδε μέν τισι περὶ τοῦ Βάσσου δοκεῖ, Λίβωνι δ, ὅτι τῆς Πομπηίου στρατιᾶς γενόμενος καὶ μετὰ τὴν ἧτταν ἰδιωτεύων ἐν Τύρῳ, διέφθειρέ τινας τοῦ τέλους, καὶ διεχρήσαντο τὸν Σέξστον καὶ τῷ Βάσσῳ σφᾶς ἐνεχείρισαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기