- 텍스트

Appian, The Civil Wars, book 3, chapter 10 3:

(아피아노스, The Civil Wars, book 3, chapter 10 3:)

Δέκμῳ δὲ ἀπαλλαγέντι τῆς πολιορκίας ὁ φόβος ἐς τὸν Καίσαρα ἐνηλλάσσετο:? ἔγραφε δὲ καὶ Πάνσας. τῶν γὰρ ὑπάτων ἐκποδὼν γενομένων ὡς ἐχθρὸν ἐδεδοίκει. τάς τε οὖν γεφύρας τοῦ ποταμοῦ διέκοπτε πρὸ ἡμέρας καὶ κελητίῳ τινὰς ἐς τὸν Καίσαρα ἀποστέλλων ἐμαρτύρει μὲν ὡς αἰτίῳ τῆς σωτηρίας, ἠξίου δὲ μέσον ἔχοντα τὸν ποταμὸν ἐς λόγους οἱ συνελθεῖν ἐπὶ μάρτυσι τοῖς πολίταις: πείσειν γάρ, ὅτι δαιμόνιον αὑτὸν ἔβλαψεν, ἐς τὴν Καίσαρος ἐπιβουλὴν ἐπηγμένον ὑφ ἑτέρων. Καίσαρος δὲ τοῖς ἥκουσιν ἀποκριναμένου τε πρὸς ὀργὴν καὶ τὴν χάριν, ἣν δίδωσίν οἱ Δέκμος, διωθουμένου ῾"οὐδὲ γὰρ Δέκμον ἐγὼ πάρειμι περισώσων, ἀλλ Ἀντωνίῳ πολεμήσων, ᾧ μοι καὶ συναλλαγῆναί ποτε θέμις: Δέκμῳ δὲ ἡ φύσις οὐδὲ ἐς ὄψιν ἢ λόγους ἐλθεῖν ἐπιτρέπει: σῳζέσθω μέντοι, μέχρι τοῖς ἐν ἄστει δοκεῖ"᾿, πυθόμενος τούτων ὁ Δέκμος ἔστη τε πρὸ τοῦ ποταμοῦ καὶ καλῶν ὀνομαστὶ τὸν Καίσαρα, σὺν βοῇ τὰ γράμματα τῆς βουλῆς ἀνεγίνωσκε, διδούσης οἱ τὴν Κελτικὴν ἡγεμονίαν, ἀπηγόρευέ τε Καίσαρι χωρὶς ὑπάτων μὴ περᾶν τὸν ποταμὸν ἐς ἀλλοτρίαν ἡγεμονίαν μηδὲ ἐπὶ Ἀντώνιον ἔτι χωρεῖν: αὐτὸς γὰρ αὐτὸν διώκων ἀρκέσειν. ὁ δὲ ᾔδει μὲν ὑπὸ τῆς βουλῆς αὐτὸν ἐς τήνδε τὴν θρασύτητα αὐξανόμενον, δυνηθεὶς δ ἂν ἐκ προστάγματος ἑλεῖν ἐφείδετο ἔτι καὶ πρὸς τὸν Πάνσαν ἐς Βονωνίαν τραπεὶς ἔγραφε τῇ βουλῇ περὶ ἁπάντων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION