호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ταῦτα δ ὁρῶντες οὓς ὁ Καῖσαρ ἐπὶ διαφθορᾷ τῶνδε προπεπόμφει, βιβλία πολλὰ τότε μάλιστα διερρίπτουν ἐς τὸ στρατόπεδον, ἀντὶ τῆς Ἀντωνίου μικρολογίας τε καὶ ὠμότητος ἐς τὴν Καίσαρος μνήμην τοῦ προτέρου καὶ βοήθειαν τοῦ νῦν καὶ χορηγίας δαψιλεῖς μετατίθεσθαι.? ὁ δὲ αὐτῶν τοὺς μὲν ταξιάρχους, εἴτε μηνίων ἔτι τῆς στάσεως εἴθ ἑτέρως ὑπονοῶν, ἐνήλλασσε, τοὺς δὲ λοιποὺς καὶ τἆλλα ἐν ταῖς χρείαις ἐδεξιοῦτο καὶ προύπεμπεν ἀνὰ μέρος τὴν παραθαλάσσιον ὁδεύειν ἐπὶ Ἀριμίνου. οὓς ὁ Ἀντώνιος μηνύμασι τε μεγάλοις ἐζήτει, καὶ ἀπειλαῖς, εἴ τις ἐπικρύπτοι. οὐδένα δὲ συλλαβὼν ἐχαλέπηνεν ὡς τοῦ στρατοῦ σφᾶς ἐπικρύπτοντος. ἀπαγγελλομένων δὲ καὶ τῶν ἐν ταῖς ἀποικίαις τε καὶ ἐν Ῥώμῃ Καίσαρι πεπραγμένων ἐθορυβεῖτο. καὶ ἐπελθὼν αὖθις ἐπὶ τὸν στρατὸν ἔφη χαλεπῆναι μὲν τῶν γεγονότων ὑπὸ ἀνάγκης στρατιωτικῆς ὀλίγοις ἀντὶ πλεόνων ὧν ἐκόλαζεν ὁ νόμος, αὐτοὺς δὲ εἰδέναι σαφῶς οὔτε ὠμὸν οὔτε μικρολόγον Ἀντώνιον. "ἀλλ ὁ μὲν φθόνος οἰχέσθω, κεκορεσμένος," ἔφη, "καὶ τοῖς ἁμαρτήμασι καὶ ταῖς κολάσεσι: τὰς δὲ ἑκατὸν δραχμὰς ὑμῖν οὐ δωρεάν οὑ᾿ γὰρ τοῦτό γε τῆς Ἀντωνίου τύχης᾿, ἀλλὰ τῆς πρώτης ἐς ὑμᾶς ἐντεύξεως προσαγορευτικὸν μᾶλλον ἢ δωρεὰν ἐκέλευσα δοθῆναι, καὶ χρὴ νόμῳ πατρίῳ τε καὶ στρατιωτικῷ καὶ ἐς τάδε καὶ ἐς πάντα εὐπειθεῖς ὑπάρχειν. " ὁ μὲν οὕτως εἶπεν, οὐδέν τι ἔτι προσθεὶς τῇ δωρεᾷ τοῦ μὴ δοκεῖν ὁ στρατηγὸς ἡσσῆσθαι τοῦ στρατοῦ. οἱ δὲ ἐλάμβανον, εἴτε μεταγνόντες εἴτε καὶ δεδιότες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기