호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀντωνίῳ δ ἀφῖκτο μέσον ἐς τὸ Βρεντέσιον ἐκ πέντε τῶν ἐν Μακεδονίᾳ τελῶν τέσσαρα:? οἱ δὲ οὐκ ἐς φόβον μᾶλλον ἢ ἐς ὀργὴν ἀπὸ τοῦδε καὶ μῖσος ἐτρέποντο. ἐπιμεμφόμενοι δ αὐτὸν οὐκ ἐπεξελθόντα τῷ φόνῳ Καίσαρος, χωρὶς εὐφημίας ἐς τὸ βῆμα παρέπεμπον ὡς περὶ τοῦδε σφίσιν ἐκλογιούμενον πρώτου. ὁ δὲ αὐτοῖς χαλεπτόμενος τῆς σιωπῆς οὐ κατέσχεν, ἀλλ ὠνείδιζεν ἀχαριστίαν ἐκ Παρθυαίων ὑπὸ οὗ μετενεχθεῖσιν ἐς τὴν Ἰταλίαν καὶ οὐκ ἐπιμαρτυροῦσι τοιᾶσδε χάριτος: ἐμέμφετο δὲ καὶ ὅτι παρὰ μειρακίου προπετοῦς, ὧδε τὸν Καίσαρα καλῶν, ἄνδρας ἐπιπεμπομένους σφίσιν εἰς διαφθορὰν οὐκ αὐτοὶ προσάγουσιν αὑτῷ. ἀλλὰ τούσδε μὲν αὐτὸς εὑρήσειν, τὸν δὲ στρατὸν ἄξειν ἐπὶ τὴν ἐψηφισμένην οἱ χώραν εὐδαίμονα Κελτικήν, καὶ τοῖς παροῦσιν ἑκάστῳ δοθήσεσθαι δραχμὰς ἑκατόν. οἱ δὲ ἐγέλασαν τῆς σμικρολογίας καὶ χαλεπήναντος αὐτοῦ μᾶλλον ἐθορύβουν καὶ διεδίδρασκον. ὁ δὲ ἐξανέστη τοσοῦτον εἰπών: "μαθήσεσθε ἄρχεσθαι. " αἰτήσας δὲ παρὰ τῶν χιλιάρχων τοὺς στασιώδεις ἁ᾿νάγραπτος γάρ ἐστιν ἐν τοῖς Ῥωμαίων στρατοῖς αἰεὶ καθ ἕνα ἄνδρα ὁ τρόπος᾿ διεκλήρωσε τῷ στρατιωτικῷ νόμῳ καὶ οὐ τὸ δέκατον ἅπαν, ἀλλὰ μέρος ἔκτεινε τοῦ δεκάτου, νομίζων σφᾶς ὧδε καταπλήξειν δι ὀλίγου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기