- 텍스트

Appian, The Civil Wars, book 3, chapter 5 1:

(아피아노스, The Civil Wars, book 3, chapter 5 1:)

Τῶν δὲ δημάρχων τινὸς ἀποθανόντος, ἐς τὴν ἀντ αὐτοῦ χειροτονίαν ὁ Καῖσαρ συνέπρασσεν Φλαμινίῳ:? καὶ ὁ δῆμος οἰόμενος αὐτὸν ἐπιθυμοῦντα τῆς ἀρχῆς διὰ τὸ νεώτερον τῆς ἡλικίας οὐ παραγγέλλειν, ἐπενόουν ἐν ταῖς χειροτονίαις δήμαρχον ἀποφῆναι τὸν Καίσαρα. ἡ δὲ βουλὴ τῆς αὐξήσεως ἐφθόνει καὶ ἐδεδοίκει, μὴ δημαρχῶν τοὺς φονέας τοῦ πατρὸς ἐπὶ τὸν δῆμον ἐς δίκην ἀπαγάγοι: Ἀντώνιός τε τῆς ἄρτι συγκειμένης πρὸς τὸν Καίσαρα φιλίας ὑπεριδών, εἴτε ἐς χάριν τῆς βουλῆς ἢ παρηγορίαν, ἀχθομένης τῷ περὶ τῆς Κελτικῆς νόμῳ, εἴτε ἀπ οἰκείας γνώμης, προύγραφεν ὡς ὕπατος μηδενὶ Καίσαρα ἐγχειρεῖν παρανόμως, ἢ χρήσεσθαι κατ αὐτοῦ παντὶ μέτρῳ τῆς ἐξουσίας. ἀχαρίστου δ ἐς τὸν Καίσαρα καὶ ὑβριστικῆς ἅμα ἐς αὐτὸν καὶ τὸν δῆμον τῆς προγραφῆς γενομένης, ὁ μὲν δῆμος διώργιστο καὶ φιλονικήσειν ἔμελλον ἐν ταῖς χειροτονίαις, ὥστε δεῖσαι τὸν Ἀντώνιον καὶ ἀνελεῖν τὴν χειροτονίαν, τοῖς ὑπολοίποις τῶν δημάρχων ἀρκούμενον: ὁ δὲ Καῖσαρ, ὡς σαφῶς ἐπιβουλευόμενος ἤδη, πολλοὺς περιέπεμπεν ἔς τε τὰς τοῦ πατρὸς ἀποικίδας πόλεις ἐξαγγέλλειν, ἃ πάσχοι, καὶ τὴν ἑκάστων γνώμην καταμανθάνειν: ἔπεμπε δὲ καὶ ἐς τὰ Ἀντωνίου στρατόπεδα ἐπιμίγνυσθαί τινας ἀγορὰν φέροντας καὶ ἐντυγχάνειν τοῖς θαρροῦσι μάλιστα καὶ ἐς τὸ πλῆθος διαρριπτεῖν ἀφανῶς βιβλία.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION