- 텍스트

Appian, The Civil Wars, book 3, chapter 2 5:

(아피아노스, The Civil Wars, book 3, chapter 2 5:)

Ὡς δ ἐς τὴν πόλιν ἀφίκετο, ἡ μὲν μήτηρ αὖθις καὶ Φίλιππος ὅσοι τε ἄλλοι κηδεμόνες ἦσαν αὐτοῦ, ἐδεδοίκεσαν τήν τε τῆς βουλῆς ἐς τὸν Καίσαρα ἀλλοτρίωσιν καὶ τὸ δόγμα, μὴ εἶναι δίκας ἐπὶ Καίσαρι φόνου, καὶ τὴν Ἀντωνίου τότε δυναστεύοντος ἐς αὐτὸν ὑπεροψίαν, οὔτε ἀφικομένου πρὸς τὸν Καίσαρος υἱὸν ἐλθόντα οὔτε προσπέμψαντος αὐτῷ:? αὐτὸς δ ἀνεκάλει τὸν Καίσαρα οὐχ ἑταῖρον, ἀλλὰ πατέρα, οὐδὲ συστρατιώτην, ἀλλ αὐτοκράτορα, οὐδὲ πολέμου νόμῳ πεσόντα, ἀλλ ἀθεμίστως ἐν βουλευτηρίῳ κατωκοπέντα. ὁ δὲ καὶ ταῦτ ἐπράυνεν, αὐτὸς ἀπαντήσειν ἐς τὸν Ἀντώνιον εἰπὼν οἱᾶ νεώτερος ἐς πρεσβύτερον καὶ ἰδιώτης ἐς ὕπατον καὶ τὴν βουλὴν θεραπεύσειν τὰ εἰκότα. καὶ τὸ δόγμα ἔφη γενέσθαι μηδενός πω τοὺς ἀνδροφόνους διώκοντος: ἀλλ ὁπότε θαρρήσας τις διώκοι, καὶ τὸν δῆμον ἐπικουρήσειν καὶ τὴν βουλὴν ὡς ἐννόμῳ καὶ τοὺς θεοὺς ὡς δικαίῳ καὶ τὸν Ἀντώνιον ἴσως. εἰ δὲ καὶ τοῦ κλήρου καὶ τῆς θέσεως ὑπερίδοι, ἔς τε τὸν Καίσαρα ἁμαρτήσεσθαι καὶ τὸν δῆμον ἀδικήσειν εἰς τὴν διανομήν. Ἀπερρήγνυ τε λήγων τοῦ λόγου, ὅτι μὴ κινδυνεύειν οἱ καλὸν εἰή μόνον, ἀλλὰ καὶ θνῄσκειν, εἰ προκριθεὶς ἐκ πάντων ἐς τοσαῦτα ὑπὸ τοῦ Καίσαρος ἀντάξιος αὐτοῦ φαίνοιτο φιλοκινδυνοτάτου γεγονότος. τά τε τοῦ Ἀχιλλέως, ὑπόγυά οἱ τότε ὄντα μάλιστα, ἐς τὴν μητέρα ὥσπερ ἐς τὴν Θέτιν ἐπιστρεφόμενος ἔλεγεν: "Αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ ἔμελλον ἑταίρῳ κτεινομένῳ ἐπαμύνειν. " καὶ τόδε εἰπὼν Ἀχιλλεῖ μὲν ἔφη κόσμον ἀθάνατον ἐκ πάντων εἶναι τοῦτο τὸ ἔπος, καὶ τὸ ἔργον αὐτοῦ μάλιστα:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION