- 텍스트

Appian, The Civil Wars, book 3, chapter 1 7:

(아피아노스, The Civil Wars, book 3, chapter 1 7:)

ἐξελθόντων δὲ τῆς πόλεως τῶν ἀμφὶ τὸν Βροῦτον, ἐπὶ δυναστείας ὢν ὁ Ἀντώνιος ἤδη μοναρχικῆς ἀρχὴν ἔθνους καὶ στρατιᾶς αὑτῷ περιέβλεπε:? καὶ Συρίας μὲν ἐπεθύμει μάλιστα, οὐκ ἠγνόει δὲ ὢν δι ὑπονοίας καὶ μᾶλλον ἐσόμενος, εἴ τι αἰτοίη: καὶ γὰρ αὐτῷ κρύφα Δολοβέλλαν τὸν ἕτερον ὕπατον ἐπήλειφεν εἰς ἐναντίωσιν ἡ βουλή, διάφορον αἰεὶ τῷ Ἀντωνίῳ γενόμενον. αὐτὸν οὖν τὸν Δολοβέλλαν ὁ Ἀντώνιος, νέον τε καὶ φιλότιμον εἰδώς, ἔπεισεν αἰτεῖν Συρίαν ἀντὶ Κασσίου καὶ τὸν ἐς Παρθυαίους κατειλεγμένον στρατὸν ἐπὶ τοὺς Παρθυαίους, αἰτεῖν δὲ οὐ παρὰ τῆς βουλῆς οὑ᾿ γὰρ ἐξῆν᾿, ἀλλὰ παρὰ τοῦ δήμου νόμῳ. καὶ ὁ μὲν ἡσθεὶς αὐτίκα προυτίθει τὸν νόμον, καὶ τῆς βουλῆς αἰτιωμένης αὐτὸν παραλύειν τὰ δόξαντα τῷ Καίσαρι τὸν μὲν ἐπὶ Παρθυαίους πόλεμον οὐδενὶ ἔφη ὑπὸ Καίσαρος ἐπιτετράφθαι, Κάσσιον δὲ τὸν Συρίας ἀξιωθέντα αὐτόν τι τῶν Καίσαρος πρότερον ἀλλάξαι, δόντα πωλεῖν τὰ κληρουχήματα τοῖς λαβοῦσι πρὸ τῶν νενομισμένων εἴκοσιν ἐτῶν: καὶ αὐτὸς δὲ αἰδεῖσθαι Συρίας οὐκ ἀξιούμενος, Δολοβέλλας ὤν, πρὸ Κασσίου. οἱ μὲν δὴ τῶν δημάρχων τινὰ Ἀσπρήναν ἔπεισαν ἐν τῇ χειροτονίᾳ ψεύσασθαι περὶ διοσημείας, ἐλπίσαντές τι καὶ Ἀντώνιον συμπράξειν, ὕπατόν τε ὄντα καὶ τῶν σημείων ἱερέα καὶ διάφορον ἔτι νομιζόμενον εἶναι τῷ Δολοβέλλᾳ: ὁ δ Ἀντώνιος, ἐπεὶ τῆς χειροτονίας οὔσης ὁ Ἀσπρήνας ἔφη διοσημείαν ἀπαίσιον γεγονέναι, ἔθους ὄντος ἑτέρους ἐπὶ τοῦτο πέμπεσθαι, πάνυ χαλεψάμενος τῷ Ἀσπρήνᾳ τοῦ ψεύσματος τᾲς φυλὰς ἐκέλευε χειροτονεῖν περὶ τοῦ Δολοβέλλα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION