호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀντιθῶμεν δὴ τὸ νυνὶ γιγνόμενον. ἀνὴρ ῥήτωρ, ὁ πάντων τῶν κακῶν αἴτιος, ἔλιπε μὲν τὴν ἀπὸ στρατοπέδου τάξιν, ἀπέδρα δ ἐκ τῆς πόλεως: οὗτος στεφανοῦσθαι ἀξιοῖ καὶ κηρύττεσθαι οἰέται δεῖν. οὐκ ἀποπέμψεσθε τὸν ἄνθρωπον ὡς κοινὴν τῶν Ἑλλήνων συμφοράν· ἢ συλλαβόντες ὡς λῃστὴν τῶν πραγμάτων, ἐπ ὀνομάτων διὰ τῆς πολιτείας πλέοντα, τιμωρήσεσθε·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기