호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
περὶ μὲν οὖν τῆσ ὅλησ κατηγορίασ μετρίωσ μοι ἐλπίζω προειρῆσθαι· περὶ δὲ αὐτῶν τῶν νόμων οἳ κεῖνται περὶ τῶν ὑπευθύνων, παρ’ οὓσ τὸ ψήφισμα τυγχάνει γεγραφὼσ Κτησιφῶν, διὰ βραχέων εἰπεῖν βούλομαι. ἐν γὰρ τοῖσ ἔμπροσθεν χρόνοισ ἄρχοντέσ τινεσ τὰσ μεγίστασ ἀρχὰσ καὶ τὰσ προσόδουσ διοικοῦντεσ, καὶ δωροδοκοῦντεσ περὶ ἕκαστα τούτων, προσλαμβάνοντεσ τούσ τε ἐκ τοῦ βουλευτηρίου ῥήτορασ καὶ τοὺσ ἐκ τοῦ δήμου, πόρρωθεν προκατελάμβανον τὰσ εὐθύνασ ἐπαίνοισ καὶ κηρύγμασιν, ὥστ’ ἐν ταῖσ εὐθύναισ εἰσ τὴν μεγίστην μὲν ἀπορίαν ἀφικνεῖσθαι τοὺσ κατηγόρουσ, πολὺ δὲ ἔτι μᾶλλον τοὺσ δικαστάσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기