- 텍스트

Aeschines, Speeches, κατὰ Κτησιφῶντος?, section 235

(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 235)

ἔνιοι δὲ καὶ αὐτοὶ τῶν τριάκοντα ἐγένοντο, οἳ πλείους ἢ χιλίους καὶ πεντακοσίους τῶν πολιτῶν ἀκρίτους ἀπέκτειναν, πρὶν καὶ τὰς αἰτίας ἀκοῦσαι ἐφ αἷς ἔμελλον ἀποθνῄσκειν, καὶ οὐδ ἐπὶ τὰς ἐκφορὰς τῶν τελευτησάντων εἰών τοὺς προσήκοντας παραγενέσθαι. οὐχ ὑφ ὑμῖν αὐτοῖς ἕξετε τοὺς πολιτευομένους· οὐ ταπεινώσαντες ἀποπέμψετε τοὺς νῦν ἐπηρμένους· οὐ μεμνήσεσθ ὅτι οὐδεὶς πώποτε ἐπέθετο πρότερον δήμου καταλύσει πρὶν ἂν μεῖζον τῶν δικαστηρίων ἰσχύσῃ·?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION