- 텍스트

Aeschines, Speeches, κατὰ Κτησιφῶντος?, section 230

(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 230)

θαυμάζω δ ἔγωγε ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ζητῶ, πρὸς τί ἂν ἀποβλέψαντες ἀποψηφίσαισθε τὴν γραφήν. πότερον ὡς τὸ ψήφισμά ἐστιν ἔννομον· ἀλλ οὐδεμία πώποτε γνώμη παρανομωτέρα γεγένηται. ἀλλ ὡς ὁ τὸ ψήφισμα γράψας οὐκ ἐπιτήδειός ἐστι δίκην δοῦναι· οὐκ ἄρ εἰσὶ παρ ὑμῖν εὔθυναι βίου, εἰ τοῦτον ἀφήσετε. ἐκεῖνο δ οὐ λυπηρόν, εἰ πρότερον μὲν ἐνεπίμπλατο ἡ ὀρχήστρα χρυσῶν στεφάνων, οἷς ὁ δῆμος ἐστεφανοῦτο ὑπὸ τῶν Ἑλλήνων, ἐκ δὲ τῶν Δημοσθένους πολιτευμάτων ὑμεῖς μὲν ἀστεφάνωτοι καὶ ἀκήρυκτοι γίγνεσθε, οὗτος δὲ κηρυχθήσεται·?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION