- 텍스트

Aeschines, Speeches, κατὰ Κτησιφῶντος?, section 209

(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 209)

περὶ δὲ τῶν δακρύων καὶ τοῦ τόνου τῆς φωνῆς, ὅταν ὑμᾶς ἐπερωτᾷ. "ἐκλιπὼν μὲν τὸ ἄστυ οὐκ οἰκεῖς, ὡς δοκεῖς, ἐν Πειραιεῖ, ἀλλ ἐξορμεῖς ἐκ τῆς πόλεως, ἐφόδια δὲ πεπόρισαι τῇ σαυτοῦ ἀνανδρίᾳ τὸ βασιλικὸν χρυσίον καὶ τὰ δημόσια δωροδοκήματα. "ποῖ καταφύγω, ἄνδρες Ἀθηναῖοι· "περιεγράψατέ με: ἀνθυποβάλλετε αὐτῷ: "ὁ δὲ δῆμος ὁ Ἀθηναίων ποῖ καταφύγῃ, Δημόσθενες· "πρὸς ποίαν συμμάχων παρασκευήν· "πρὸς ποῖα χρήματα· "τί προβαλλόμενος ὑπὲρ τοῦ δήμου πεπολίτευσαι· "ἃ μὲν γὰρ ὑπὲρ σεαυτοῦ βεβούλευσαι, πάντες ὁρῶμεν.?

상위

Speeches (연설)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION